Argonautica
Apollonius Rhodius
The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.
- καλλίστην ἐπὶ νῆσον, ἀμείψατο δʼ οὔνομα Θήρης
- ἐξ ἕθεν. ἀλλὰ τὰ μὲν μετόπιν γένετʼ Εὐφήμοιο.
- κεῖθεν δʼ ἀπτερέως διὰ μυρίον οἶδμα λιπόντες
- Αἰγίνης ἀκτῇσιν ἐπέσχεθον· αἶψα δὲ τοίγε
- ὑδρείης πέρι δῆριν ἀμεμφέα δηρίσαντο,
- ὅς κεν ἀφυσσάμενος φθαίη μετὰ νῆάδʼ ἱκέσθαι.
- ἄμφθ γὰρ χρειώ τε καὶ ἄσπετος οὖρος ἔπειγεν.
- ἔνθʼ ἔτι νῦν πλήθοντας ἐπωμαδὸν ἀμφιφορῆας
- ἀνθέμενοι κούφοισιν ἄφαρ κατʼ ἀγῶνα πόδεσσιν
- κοῦροι Μυρμιδόνων νίκης πέρι δηριόωνται.
- Ἵλατʼ ἀριστήων μακάρων γένος· αἵδε δʼ ἀοιδαὶ
- εἰς ἔτος ἐξ ἔτεος γλυκερώτεραι εἶεν ἀείδειν
- ἀνθρώποις. ἤδη γὰρ ἐπὶ κλυτὰ πείραθʼ ἱκάνω
- ὑμετέρων καμάτων· ἐπεὶ οὔ νύ τις ὔμμιν ἄεθλος
- αὖτις ἀπʼ Αἰγίνηθεν ἀνερχομένοισιν ἐτύχθη,
- οὔτʼ ἀνέμων ἐριῶλαι ἐνέσταθεν· ἀλλὰ ἕκηλοι
- γαῖαν Κεκροπίην παρά τʼ Αὐλίδα μετρήσαντες
- Εὐβοίης ἔντοσθεν Ὀπούντιά τʼ ἄστεα Λοκρῶν
- ἀσπασίως ἀκτὰς Παγασηίδας εἰσαπέβητε.