Argonautica
Apollonius Rhodius
The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.
- Εὐρώπῃ Κρονίδης νήσου πόρεν ἔμμεναι σὖρον,
- τρὶς περὶ χαλκείοις Κρήτην ποσὶ δινεύοντα.
- ἀλλʼ ἤτοι τὸ μὲν ἄλλο δέμας καὶ γυῖα τέτυκτο
- χάλκεος ἠδʼ ἄρρηκτος· ὑπαὶ δέ οἱ ἔσκε τένοντος
- σύριγξ αἱματόεσσα κατὰ σφυρόν· αὐτὰρ ὅ τʼ ἦγχε
- λεπτὸς ὑμὴν ζωῆς ἔχε πείρατα καὶ θανάτοιο.
- οἱ δέ, δύῃ μάλα περ δεδμημένοι, αἶψʼ ἀπὸ χέρσου
- νῆα περιδδείσαντες ἀνακρούεσκον ἐρετμοῖς.
- καί νύ κʼ ἐπισμυγερῶς Κρήτης ἑκὰς ἠέρθησαν,
- ἀμφότερον δίψῃ τε καὶ ἄλγεσι μοχθίζοντες,
- εἰ μή σφιν Μήδεια λιαζομένοις ἀγόρευσεν·
- ‘κέκλυτέ μευ. μούνη γὰρ ὀίομαι ὔμμι δαμάσσειν
- ἄνδρα τόν, ὅστις ὅδʼ ἐστί, καὶ εἰ παγχάλκεον ἴσχει
- ὃν δέμας, ὁππότε μή οἱ ἐπʼ ἀκάματος πέλοι αἰών.
- ἀλλʼ ἔχετʼ αὐτοῦ νῆα θελήμονες ἐκτὸς ἐρωῆς
- πετράων, εἵως κεν ἐμοὶ εἴξειε δαμῆναι.’
- ὧς ἄρʼ ἔφη· καὶ τοὶ μὲν ὑπὲκ βελέων ἐρύσαντο
- νῆʼ ἐπʼ ἐρετμοῖσιν, δεδοκημένοι ἥντινα ῥέξει
- μῆτιν ἀνωίστως· ἡ δὲ πτύχα πορφυρέοιο
- προσχομένη πέπλοιο παρειάων ἑκάτερθεν