Argonautica
Apollonius Rhodius
The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.
- τοῖος ἐών, οἷός περ ἐτήτυμος ἦεν ἰδέσθαι.
- ὡς δʼ ὅτʼ ἀνὴρ θοὸν ἵππον ἐς εὐρέα κύκλον ἀγῶνος
- στέλλῃ, ὀρεξάμενος λασίης εὐπειθέα χαίτης,
- εἶθαρ ἐπιτροχάων, ὁ δʼ ἐπʼ αὐχένι γαῦρος ἀερθεὶς
- ἕσπεται, ἀργινόεντα δʼ ἐνὶ στομάτεσσι χαλινὰ
- ἀμφὶς ὀδακτάζοντι παραβλήδην κροτέονται·
- ὧς ὅγʼ ἐπισχόμενος γλαφυρῆς ὁλκήιον Ἀργοῦς
- ἦγʼ ἅλαδε προτέρωσε. δέμας δέ οἱ ἐξ ὑπάτοιο
- κράατος, ἀμφί τε νῶτα καὶ ἰξύας ἔστʼ ἐπὶ νηδὺν
- ἀντικρὺ μακάρεσσι φυὴν ἔκπαγλον ἔικτο·
- αὐτὰρ ὑπαὶ λαγόνων δίκραιρά οἱ ἔνθα καὶ ἔνθα
- κήτεος ὁλκαίη μηκύνετο· κόπτε δʼ ἀκάνθαις
- ἄκρον ὕδωρ, αἵ τε σκολιοῖς ἐπινειόθι κέντροις
- μήνης ὡς κεράεσσιν ἐειδόμεναι διχόωντο.
- τόφρα δʼ ἄγεν, τείως μιν ἐπιπροέηκε θαλάσσῃ
- νισσομένην· δῦ δʼ αἶψα μέγαν βυθόν· οἱ δʼ ὁμάδησαν
- ἥρωες, τέρας αἰνὸν ἐν ὀφθαλμοῖσιν ἰδόντες.
- ἔνθα μὲν Ἀργῷός τε λιμὴν καὶ σήματα νηὸς
- ἠδὲ Ποσειδάωνος ἰδὲ Τρίτωνος ἔασιν
- βωμοί· ἐπεὶ κεῖνʼ ἦμαρ ἐπέσχεθον. αὐτὰρ ἐς ἠῶ