Argonautica
Apollonius Rhodius
The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.
- καί κʼ ἐθέλων, ἕκαθέν περ, ἐφʼ Ἑλλάδι νεῖκος ἄγοιτο.
- τῶ μʼ ἐπέοικε δίκην, ἥτις μετὰ πᾶσιν ἀρίστη
- ἔσσεται ἀνθρώποισι, δικαζέμεν· οὐδέ σε κεύσω.
- παρθενικὴν μὲν ἐοῦσαν ἑῷ ἀπὸ πατρὶ κομίσσαι
- ἰθύνω· λέκτρον δὲ σὺν ἀνέρι πορσαίνουσαν
- οὔ μιν ἑοῦ πόσιος νοσφίσσομαι· οὐδέ, γενέθλην
- εἴ τινʼ ὑπὸ σπλάγχνοισι φέρει, δῄοισιν ὀπάσσω.’
- ὧς ἄρʼ ἔφη· καὶ τὸν μέν ἐπισχεδὸν εὔνασεν ὕπνος.
- ἡ δʼ ἔπος ἐν θυμῷ πυκινὸν βάλετʼ· αὐτίκα δʼ ὦρτο
- ἐκ λεχέων ἀνὰ δῶμα· συνήιξαν δὲ γυναῖκες
- ἀμφίπολοι, δέσποιναν ἑὴν μέτα ποιπνύουσαι.
- σῖγα δʼ ἑὸν κήρυκα καλεσσαμένη προσέειπεν,
- ᾗσιν ἐπιφροσύνῃσιν ἐποτρυνέουσα μιγῆναι
- Αἰσονίδην κούρῃ, μηδʼ Ἀλκίνοον βασιλῆα
- λίσσεσθαι· τὸ γὰρ αὐτὸς ἰὼν Κόλχοισι δικάσσει,
- παρθενικὴν μὲν ἐοῦσαν ἑοῦ ποτὶ δώματα πατρὸς
- ἐκδώσειν, λέκτρον δὲ σὺν ἀνέρι πορσαίνουσαν
- οὐκέτι κουριδίης μιν ἀποτμήξειν φιλότητος.
- ὧς ἄρʼ ἔφη· τὸν δʼ αἶψα πόδες φέρον ἐκ μεγάροιο,
- ὥς κεν Ἰήσονι μῦθον ἐναίσιμον ἀγγείλειεν