Argonautica
Apollonius Rhodius
The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.
- ἐννυχίη· τῇ δʼ ἀμφὶ κινύρεται ὀρφανὰ τέκνα
- χηροσύνῃ πόσιος· σταλάει δʼ ὑπὸ δάκρυ παρειὰς
- μνωομένης, οἵη μιν ἐπὶ σμυγερὴ λάβεν αἶσα·
- ὧς τῆς ἰκμαίνοντο παρηίδες· ἐν δέ οἱ ἦτορ
- ὀξείῃς εἰλεῖτο πεπαρμένον ἀμφʼ ὀδύνῃσιν.
- τὼ δʼ ἔντοσθε δόμοιο κατὰ πτόλιν, ὡς τὸ πάροιθεν,
- κρείων Ἀλκίνοος πολυπότνιά τʼ Ἀλκινόοιο
- Ἀρήτη ἄλοχος, κούρης πέρι μητιάασκον
- οἷσιν ἐνὶ λεχέεσσι διὰ κνέφας· οἷα δʼ ἀκοίτην
- κουρίδιον θαλεροῖσι δάμαρ προσπτύσσετο μύθοις·
- ‘ναὶ φίλος, εἰ δʼ ἄγε μοι πολυκηδέα ῥύεο Κόλχων
- παρθενικήν, Μινύῃσι φέρων χάριν. ἐγγύθι δʼ Ἄργος
- ἡμετέρης νήσοιο καὶ ἀνέρες Αἱμονιῆες·
- Αἰήτης δʼ οὔτʼ ἂρ ναίει σχεδόν, οὐδέ τι ἴδμεν
- Αἰήτην, ἀλλʼ οἶον ἀκούομεν· ἥδε δὲ κούρη
- αἰνοπαθὴς κατά μοι νόον ἔκλασεν ἀντιόωσα.
- μή μιν, ἄναξ, Κόλχοισι πόροις ἐς πατρὸς ἄγεσθαι.
- ἀάσθη, ὅτε πρῶτα βοῶν θελκτήρια δῶκεν
- φάρμακά οἱ· σχεδόθεν δὲ κακῷ κακόν, οἷά τε πολλὰ
- ῥέζομεν ἀμπλακίῃσιν, ἀκειομένη ὑπάλυξεν