Argonautica
Apollonius Rhodius
The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.
- τῆσγε φυγῆς μνήσασθαι, ὅτʼ ἤλιτον· οὐδέ τις ἄλλη
- μῆτις ἔην. ἔτι μοι μίτρη μένει, ὡς ἐνὶ πατρὸς
- δώμασιν, ἄχραντος καὶ ἀκήρατος. ἀλλʼ ἐλέαιρε,
- πότνα, τεόν τε πόσιν μειλίσσεο· σοὶ δʼ ὀπάσειαν
- ἀθάνατοι βίοτόν τε τελεσφόρον ἀγλαΐην τε
- καὶ παῖδας καὶ κῦδος ἀπορθήτοιο πόληος.’
- τοῖα μὲν Ἀρήτην γουνάζετο δάκρυ χέουσα·
- τοῖα δʼ ἀριστήων ἐπαμοιβαδὶς ἄνδρα ἕκαστον·
- ‘ὑμέων, ὦ πέρι δὴ μέγα φέρτατοι, ἀμφί τʼ ἀέθλοις
- ὧν κάμον ὑμετέροισιν, ἀτύζομαι· ἧς ἰότητι
- ταύρους τʼ ἐζεύξασθε, καὶ ἐκ θέρος οὐλοὸν ἀνδρῶν
- κείρατε γηγενέων· ἧς εἵνεκεν Αἱμονίηνδε
- χρύσεον αὐτίκα κῶας ἀνάξετε νοστήσαντες.
- ἥδʼ ἐγώ, ἣ πάτρην τε καὶ οὓς ὤλεσσα τοκῆας,
- ἣ δόμον, ἣ σύμπασαν ἐυφροσύνην βιότοιο·
- ὔμμι δὲ καὶ πάτρην καὶ δώματα ναιέμεν αὖτις
- ἤνυσα· καὶ γλυκεροῖσιν ἔτʼ εἰσόψεσθε τοκῆας
- ὄμμασιν· αὐτὰρ ἐμοὶ ἀπὸ δὴ βαρὺς εἵλετο δαίμων
- ἀγλαΐας· στυγερὴ δὲ σὺν ὀθνείοις ἀλάλημαι.
- δείσατε συνθεσίας τε καὶ ὅρκια, δείσατʼ Ἐρινὺν