Argonautica
Apollonius Rhodius
The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.
- Ἄργος γάρ μʼ ἐπέεσσι παρατρέπει, ὧς δὲ καὶ αὐτὴ
- Χαλκιόπη· τὰ δὲ σῖγα νόῳ ἔχετʼ εἰσαΐουσαι
- ἐξ ἐμέθεν, μὴ πατρὸς ἐς οὔατα μῦθος ἵκηται.
- τὸν ξεῖνόν με κέλονται, ὅτις περὶ βουσὶν ὑπέστη,
- δῶρʼ ἀποδεξαμένην ὀλοῶν ῥύσασθαι ἀέθλων.
- αὐτὰρ ἐγὼ τὸν μῦθον ἐπῄνεον, ἠδὲ καὶ αὐτὸν
- κέκλομαι εἰς ὠπὴν ἑτάρων ἄπο μοῦνον ἱκέσθαι,
- ὄφρα τὰ μὲν δασόμεσθα μετὰ σφίσιν, εἴ κεν ὀπάσσῃ
- δῶρα φέρων, τῷ δʼ αὖτε κακώτερον ἄλλο πόρωμεν
- φάρμακον. ἀλλʼ ἀπονόσφι πέλεσθέ μοι, εὖτʼ ἂν ἵκηται.’
- ὧς ηὔδα· πάσῃσι δʼ ἐπίκλοπος ἥνδανε μῆτις.
- αὐτίκα δʼ Αἰσονίδην ἑτάρων ἄπο μοῦνον ἐρύσσας
- Ἄργος, ὅτʼ ἤδη τήνδε κασιγνήτων ἐσάκουσεν
- ἠερίην Ἑκάτης ἱερὸν μετὰ νηὸν ἰοῦσαν,
- ἦγε διὲκ πεδίου· ἅμα δέ σφισιν εἵπετο Μόψος
- Ἀμπυκίδης, ἐσθλὸς μὲν ἐπιπροφανέντας ἐνισπεῖν
- οἰωνούς, ἐσθλὸς δὲ σὺν εὖ φράσσασθαι ἰοῦσιν.
- ἔνθʼ οὔπω τις τοῖος ἐπὶ προτέρων γένετʼ ἀνδρῶν,
- οὔθʼ ὅσοι ἐξ αὐτοῖο Διὸς γένος, οὔθʼ ὅσοι ἄλλων
- ἀθανάτων ἥρωες ἀφʼ αἵματος ἐβλάστησαν,