Argonautica
Apollonius Rhodius
The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.
- Βριμὼ νυκτιπόλον, χθονίην, ἐνέροισιν ἄνασσαν,
- λυγαίῃ ἐνὶ νυκτί, σὺν ὀρφναίοις φαρέεσσιν.
- μυκηθμῷ δʼ ὑπένερθεν ἐρεμνὴ σείετο γαῖα,
- ῥίζης τεμνομένης Τιτηνίδος· ἔστενε δʼ αὐτὸς
- Ἰαπετοῖο πάις ὀδύνῃ πέρι θυμὸν ἀλύων.
- τό ῥʼ ἥγʼ ἐξανελοῦσα θυώδεϊ κάτθετο μίτρῃ,
- ἥ τέ οἱ ἀμβροσίοισι περὶ στήθεσσιν ἔερτο.
- ἐκ δὲ θύραζε κιοῦσα θοῆς ἐπεβήσατʼ ἀπήνης·
- σὺν δέ οἱ ἀμφίπολοι δοιαὶ ἑκάτερθεν ἔβησαν.
- αὐτὴ δʼ ἡνίʼ ἔδεκτο καὶ εὐποίητον ἱμάσθλην
- δεξιτερῇ, ἔλαεν δὲ διʼ ἄστεος· αἱ δὲ δὴ ἄλλαι
- ἀμφίπολοι, πείρινθος ἐφαπτόμεναι μετόπισθεν,
- τρώχων εὐρεῖαν κατʼ ἀμαξιτόν· ἂν δὲ χιτῶνας
- λεπταλέους λευκῆς ἐπιγουνίδος ἄχρις ἄειρον.
- οἵη δὲ λιαροῖσιν ἐφʼ ὕδασι Παρθενίοιο,
- ἠὲ καὶ Ἀμνισοῖο λοεσσαμένη ποταμοῖο
- χρυσείοις Λητωὶς ἐφʼ ἅρμασιν ἑστηυῖα
- ὠκείαις κεμάδεσσι διεξελάσῃσι κολώνας,
- τηλόθεν ἀντιόωσα πολυκνίσου ἑκατόμβης·
- τῇ δʼ ἅμα νύμφαι ἕπονται ἀμορβάδες, αἱ μὲν ἐπʼ αὐτῆς