Argonautica
Apollonius Rhodius
The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.
- πυκνὰ δʼ ἀνὰ κληῖδας ἑῶυ λύεσκε θυράων,
- αἴγλην σκεπτομένη· τῇ δʼ ἀσπάσιον βάλε φέγγος
- Ἠριγενής, κίνυντο δʼ ἀνὰ πτολίεθρον ἕκαστοι.
- ἔνθα κασιγνήτους μὲν ἔτʼ αὐτόθι μεῖναι ἀνώγει
- Ἄργος, ἵνα φράζοιντο νόον καὶ μήδεα κούρης·
- αὐτὸς δʼ αὖτʼ ἐπὶ νῆα κίεν προπάροιθε λιασθείς.
- ἡ δʼ ἐπεὶ οὖν τὰ πρῶτα φαεινομένην ἴδεν ἠῶ
- παρθενική, ξανθὰς μὲν ἀνήψατο χερσὶν ἐθείρας,
- αἵ οἱ ἀτημελίῃ καταειμέναι ἠερέθοντο,
- αὐσταλέας δʼ ἔψησε παρηίδας· αὐτὰρ ἀλοιφῇ
- νεκταρέῃ φαιδρύνετʼ ἐπὶ χρόα· δῦνε δὲ πέπλον
- καλόν, ἐυγνάμπτοισιν ἀρηρέμενον περόνῃσιν·
- ἀμβροσίῳ δʼ ἐφύπερθε καρήατι βάλλε καλύπτρην
- ἀργυφέην. αὐτοῦ δὲ δόμοις ἔνι δινεύουσα
- στεῖβε πέδον λήθῃ ἀχέων, τά οἱ ἐν ποσὶν ἦεν
- θεσπέσιʼ, ἄλλα τʼ ἔμελλεν ἀεξήσεσθαι ὀπίσσω.
- κέκλετο δʼ ἀμφιπόλοις, αἵ οἱ δυοκαίδεκα πᾶσαι
- ἐν προδόμῳ θαλάμοιο θυώδεος ηὐλίζοντο
- ἥλικες, οὔπω λέκτρα σὺν ἀνδράσι πορσύνουσαι,
- ἐσσυμένως οὐρῆας ὑποζεύξασθαι ἀπήνῃ,