Argonautica
Apollonius Rhodius
The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.
- τεῖρʼ ὀδύνη σμύχουσα διὰ χροός, ἀμφί τʼ ἀραιὰς
- ἶνας καὶ κεφαλῆς ὑπὸ νείατον ἰνίον ἄχρις,
- ἔνθʼ ἀλεγεινότατον δύνει ἄχος, ὁππότʼ ἀνίας
- ἀκάματοι πραπίδεσσιν ἐνισκίμψωσιν Ἔρωτες.
- φῆ δέ οἱ ἄλλοτε μὲν θελκτήρια φάρμακα ταύρων
- δωσέμεν, ἄλλοτε δʼ οὔτι· καταφθίσθαι δὲ καὶ αὐτή·
- αὐτίκα δʼ οὔτʼ αὐτὴ θανέειν, οὐ φάρμακα δώσειν,
- ἀλλʼ αὔτως εὔκηλος ἑὴν ὀτλησέμεν ἄτην.
- ἑζομένη δἤπειτα δοάσσατο, φώνησέν τε·
- ‘δειλὴ ἐγώ, νῦν ἔνθα κακῶν ἢ ἔνθα γένωμαι;
- πάντῃ μοι φρένες εἰσὶν ἀμήχανοι· οὐδέ τις ἀλκὴ
- πήματος· ἀλλʼ αὔτως φλέγει ἔμπεδον. ὡς ὄφελόν γε
- Ἀρτέμιδος κραιπνοῖσι πάρος βελέεσσι δαμῆναι,
- πρὶν τόνγʼ εἰσιδέειν, πρὶν Ἀχαιίδα γαῖαν ἱκέσθαι
- Χαλκιόπης υἷας. τοὺς μὲν θεὸς ἤ τις Ἐρινὺς
- ἄμμι πολυκλαύτους δεῦρʼ ἤγαγε κεῖθεν ἀνίας.
- φθίσθω ἀεθλεύων, εἴ οἱ κατὰ νειὸν ὀλέσθαι
- μοῖρα πέλει. πῶς γάρ κεν ἐμοὺς λελάθοιμι τοκῆας
- φάρμακα μησαμένη; ποῖον δʼ ἐπὶ μῦθον ἐνίψω;
- τίς δὲ δόλος, τίς μῆτις ἐπίκλοπος ἔσσετʼ ἀρωγῆς;