Argonautica
Apollonius Rhodius
The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.
- ἔμπα γε μὴν θεμένη κύνεον κέαρ, οὐκέτʼ ἄνευθεν
- αὐτοκασιγνήτης πειρήσομαι, εἴ κέ μʼ ἀέθλῳ
- χραισμεῖν ἀντιάσῃσιν, ἐπὶ σφετέροις ἀχέουσα
- παισί· τό κέν μοι λυγρὸν ἐνὶ κραδίῃ σβέσαι ἄλγος.’
- ἦ ῥα, καὶ ὀρθωθεῖσα θύρας ὤιξε δόμοιο,
- νήλιπος, οἰέανος· καὶ δὴ λελίητο νέεσθαι
- αὐτοκασιγνήτηνδε, καὶ ἕρκεος οὐδὸν ἄμειψεν.
- δὴν δὲ καταυτόθι μίμνεν ἐνὶ προδόμῳ θαλάμοιο,
- αἰδοῖ ἐεργομένη· μετὰ δʼ ἐτράπετʼ αὖτις ὀπίσσω
- στρεφθεῖσʼ· ἐκ δὲ πάλιν κίεν ἔνδοθεν, ἄψ τʼ ἀλέεινεν
- εἴσω· τηΰσιοι δὲ πόδες φέρον ἔνθα καὶ ἔνθα·
- ἤτοι ὅτʼ ἰθύσειεν, ἔρυκέ μιν ἔνδοθεν αἰδώς·
- αἰδοῖ δʼ ἐργομένην θρασὺς ἵμερος ὀτρύνεσκεν.
- τρὶς μὲν ἐπειρήθη, τρὶς δʼ ἔσχετο, τέτρατον αὖτις
- λέκτροισιν πρηνὴς ἐνικάππεσεν εἱλιχθεῖσα.
- ὡς δʼ ὅτε τις νύμφη θαλερὸν πόσιν ἐν θαλάμοισιν
- μύρεται, ᾧ μιν ὄπασσαν ἀδελφεοὶ ἠδὲ τοκῆες,
- οὐδέ τί πω πάσαις ἐπιμίσγεται ἀμφιπόλοισιν
- αἰδοῖ ἐπιφροσύνῃ τε· μυχῷ δʼ ἀχέουσα θαάσσει·
- τὸν δέ τις ὤλεσε μοῖρα, πάρος ταρπήμεναι ἄμφω