Argonautica

Apollonius Rhodius

The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.

  1. τὸν μὲν ἐγών, εἰ καί περ ἐς Ἄιδα ναυτίλληται
  2. λυσόμενος χαλκέων Ἰξίονα νειόθι δεσμῶν,
  3. ῥύσομαι, ὅσσον ἐμοῖσιν ἐνὶ σθένος ἔπλετο γυίοις,
  4. ὄφρα μὴ ἐγγελάσῃ Πελίης κακὸν οἶτον ἀλύξας,
  5. ὅς μʼ ὑπερηνορέῃ θυέων ἀγέραστον ἔθηκεν.
  6. καὶ δʼ ἄλλως ἔτι καὶ πρὶν ἐμοὶ μέγα φίλατʼ Ἰήσων
  7. ἐξότʼ ἐπὶ προχοῇσιν ἅλις πλήθοντος Ἀναύρου
  8. ἀνδρῶν εὐνομίης πειρωμένῃ ἀντεβόλησεν
  9. θήρης ἐξανιών· νιφετῷ δʼ ἐπαλύνετο πάντα
  10. οὔρεα καὶ σκοπιαὶ περιμήκεες, οἱ δὲ κατʼ αὐτῶν
  11. χείμαρροι καναχηδὰ κυλινδόμενοι φορέοντο.
  12. γρηὶ δέ μʼ εἰσαμένην ὀλοφύρατο, καί μʼ ἀναείρας
  13. αὐτὸς ἑοῖς ὤμοισι διὲκ προαλὲς φέρεν ὕδωρ.
  14. τῶ νύ μοι ἄλληκτον περιτίεται· οὐδέ κε λώβην
  15. τίσειεν Πελίης, εἰ μή σύ γε νόστον ὀπάσσεις.’
  16. ὧς ηὔδα· Κύπριν δʼ ἐνεοστασίη λάβε μύθων.
  17. ἅζετο δʼ ἀντομένην Ἥρην ἕθεν εἰσορόωσα,
  18. καί μιν ἔπειτʼ ἀγανοῖσι προσέννεπεν ἥγʼ ἐπέεσσιν·
  19. ‘πότνα θεά, μή τοί τι κακώτερον ἄλλο πέλοιτο
  20. Κύπριδος, εἰ δὴ σεῖο λιλαιομένης ἀθερίζω