Argonautica
Apollonius Rhodius
The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.
- ἄνδρʼ ἀγαθὸν γεγαῶτα κακωτέρῳ ἀνέρι εἶξαι.’
- ὧς ἄρʼ ἔφη· ὁ δὲ σῖγα ποδῶν πάρος ὄμματα πήξας
- ἧστʼ αὔτως ἄφθογγος, ἀμηχανέων κακότητι.
- βουλὴν δʼ ἀμφὶ πολὺν στρώφα χρόνον, οὐδέ πῃ εἶχεν
- θαρσαλέως ὑποδέχθαι, ἐπεὶ μέγα φαίνετο ἔργον·
- ὀψε δʼ ἀμειβόμενος προσελέξατο κερδαλέοισιν·
- ‘Αἰήτη, μάλα τοί με δίκῃ περιπολλὸν ἐέργεις.
- τῶ καὶ ἐγὼ τὸν ἄεθλον ὑπερφίαλόν περ ἐόντα
- τλήσομαι, εἰ καί μοι θανέειν μόρος. οὐ γὰρ ἔτʼ ἄλλο
- ῥίγιον ἀνθρώποισι κακῆς ἐπικείσετʼ ἀνάγκης,
- ἥ με καὶ ἐνθάδε νεῖσθαι ἐπέχραεν ἐκ βασιλῆος.’
- ὧς φάτʼ ἀμηχανίῃ βεβολημένος· αὐτὰρ ὁ τόνγε
- σμερδαλέοις ἐπέεσσι προσέννεπεν ἀσχαλόωντα·
- ‘ἔρχεο νῦν μεθʼ ὅμιλον, ἐπεὶ μέμονάς γε πόνοιο·
- εἰ δὲ σύγε ζυγὰ βουσὶν ὑποδδείσαις ἐπαεῖραι,
- ἠὲ καὶ οὐλομένου μεταχάσσεαι ἀμήτοιο,
- αὐτῷ κεν τὰ ἕκαστα μέλοιτό μοι, ὄφρα καὶ ἄλλος
- ἀνὴρ ἐρρίγῃσιν ἀρείονα φῶτα μετελθεῖν.’
- Ἴσκεν ἀπηλεγέως· ὁ δʼ ἀπὸ θρόνου ὤρνυτʼ Ἰήσων,
- Αὐγείης Τελαμών τε παρασχεδόν· εἵπετο δʼ Ἄργος