Argonautica
Apollonius Rhodius
The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.
- οἷα δὲ καὶ μακάρεσσιν ἐπεψεύσασθε θεοῖσιν.’
- φῆ ῥα χαλεψάμενος· μέγα δὲ φρένες Αἰακίδαο
- νειόθεν οἰδαίνεσκον· ἐέλδετο δʼ ἔνδοθι θυμὸς
- ἀντιβίην ὀλοὸν φάσθαι ἔπος· ἀλλʼ ἀπέρυκεν
- Αἰσονίδης· πρὸ γὰρ αὐτὸς ἀμείψατο μειλιχίοισιν·
- ‘Αἰήτη, σχέο μοι τῷδε στόλῳ. οὔτι γὰρ αὔτως
- ἄστυ τεὸν καὶ δώμαθʼ ἱκάνομεν, ὥς που ἔολπας,
- οὐδὲ μὲν ἱέμενοι. τίς δʼ ἂν τόσον οἶδμα περῆσαι
- τλαίη ἑκὼν ὀθνεῖον ἐπὶ κτέρας; ἀλλά με δαίμων
- καὶ κρυερὴ βασιλῆος ἀτασθάλου ὦρσεν ἐφετμή.
- δὸς χάριν ἀντομένοισι· σέθεν δʼ ἐγὼ Ἑλλάδι πάσῃ
- θεσπεσιην οἴσω κληηδόνα· καὶ δέ τοι ἤδη
- πρόφρονές εἰμεν ἄρηι θοὴν ἀποτῖσαι ἀμοιβήν,
- εἴτʼ οὖν Σαυρομάτας γε λιλαίεαι, εἴτε τινʼ ἄλλον
- δῆμον σφωιτέροισιν ὑπὸ σκήπτροισι δαμάσσαι.’
- Ἴσκεν ὑποσσαίνων ἀγανῇ ὀπί· τοῖο δὲ θυμὸς
- διχθαδίην πόρφυρεν ἐνὶ στήθεσσι μενοινήν,
- ἤ σφεας ὁρμηθεὶς αὐτοσχεδὸν ἐξεναρίζοι,
- ἦ ὅγε πειρήσαιτο βίης. τό οἱ εἴσατʼ ἄρειον
- φραζομένῳ· καὶ δή μιν ὑποβλήδην προσέειπεν·