Argonautica
Apollonius Rhodius
The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.
- οἷαί περ Κόλχοισι μετʼ ἀνδράσι νῆες ἔασιν,
- τάων αἰνοτάτης ἐπεκύρσαμεν. ἤλιθα γάρ μιν
- λάβρον ὕδωρ πνοιή τε διέτμαγεν· ἡ δʼ ἐνὶ γόμφοις
- ἴσχεται, ἢν καὶ πᾶσαι ἐπιβρίσωσιν ἄελλαι.
- ἶσον δʼ ἐξ ἀνέμοιο θέει καὶ ὅτʼ ἀνέρες αὐτοὶ
- νωλεμέως χείρεσσιν ἐπισπέρχωσιν ἐρετμοῖς.
- τῇ δʼ ἐναγειράμενος Παναχαιίδος εἴ τι φέριστον
- ἡρώων, τεὸν ἄστυ μετήλυθε, πόλλʼ ἐπαληθεὶς
- ἄστεα καὶ πελάγη στυγερῆς ἁλός, εἴ οἱ ὀπάσσαις.
- αὐτῷ δʼ ὥς κεν ἅδῃ, τὼς ἔσσεται· οὐ γὰρ ἱκάνει
- χερσὶ βιησόμενος· μέμονεν δέ τοι ἄξια τίσειν
- δωτίνης, ἀίων ἐμέθεν μέγα δυσμενέοντας
- Σαυρομάτας, τοὺς σοῖσιν ὑπὸ σκήπτροισι δαμάσσει.
- εἰ δὲ καὶ οὔνομα δῆθεν ἐπιθύεις γενεήν τε
- ἴδμεναι, οἵτινές εἰσιν, ἕκαστά γε μυθησαίμην.
- τόνδε μέν, οἷό περ οὕνεκʼ ἀφʼ Ἑλλάδος ὧλλοι ἄγερθεν,
- κλείουσʼ Αἴσονος υἱὸν Ἰήσονα Κρηθεΐδαο.
- εἰ δʼ αὐτοῦ Κρηθῆος ἐτήτυμόν ἐστι γενέθλης,
- οὕτω κεν γνωτὸς πατρώιος ἄμμι πέλοιτο.
- ἄμφω γὰρ Κρηθεὺς Ἀθάμας τʼ ἔσαν Αἰόλου υἷες·