Argonautica
Apollonius Rhodius
The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.
- ὑψοῦ ἀειρόμεναι μέγʼ ἐθήλεον. αἱ δʼ ὑπὸ τῇσιν
- ἀέναοι κρῆναι πίσυρες ῥέον, ἃς ἐλάχηνεν
- Ἥφαιστος. καί ῥʼ ἡ μέν ἀναβλύεσκε γάλακτι,
- ἡ δʼ οἴνῳ, τριτάτη δὲ θυώδεϊ νᾶεν ἀλοιφῇ·
- ἡ δʼ ἄρʼ ὕδωρ προρέεσκε, τὸ μέν ποθι δυομένῃσιν
- θέρμετο Πληιάδεσσιν, ἀμοιβηδὶς δʼ ἀνιούσαις
- κρυστάλλῳ ἴκελον κοίλης ἀνεκήκιε πέτρης.
- τοῖʼ ἄρʼ ἐνὶ μεγάροισι Κυταιέος Αἰήταο
- τεχνήεις Ἥφαιστος ἐμήσατο θέσκελα ἔργα.
- καί οἱ χαλκόποδας ταύρους κάμε, χάλκεα δέ σφεων
- ἦν στόματʼ, ἐκ δὲ πυρὸς δεινὸν σέλας ἀμπνείεσκον·
- πρὸς δὲ καὶ αὐτόγυον στιβαροῦ ἀδάμαντος ἄροτρον
- ἤλασεν, Ἠελίῳ τίνων χάριν, ὅς ῥά μιν ἵπποις
- δέξατο, Φλεγραίῃ κεκμηότα δηιοτῆτι.
- ἔνθα δὲ καὶ μέσσαυλος ἐλήλατο· τῇ δʼ ἐπὶ πολλαὶ
- δικλίδες εὐπηγεῖς θάλαμοί τʼ ἔσαν ἔνθα καὶ ἔνθα·
- δαιδαλέη δʼ αἴθουσα παρὲξ ἑκάτερθε τέτυκτο.
- λέχρις δʼ αἰπύτεροι δόμοι ἕστασαν ἀμφοτέρωθεν.
- τῶν ἤτοι ἄλλῳ μέν, ὅτις καὶ ὑπείροχος ἦεν,
- κρείων Αἰήτης σὺν ἑῇ ναίεσκε δάμαρτι·