Argonautica
Apollonius Rhodius
The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.
- θυμὸν ἀριστήων· πολέας δʼ ἐπεδοίασα βουλάς.’
- ἦ, καὶ ἐπʼ οὔδεος αἵγε ποδῶν πάρος ὄμματʼ ἔπηξαν,
- ἄνδιχα πορφύρουσαι ἐνὶ σφίσιν· αὐτίκα δʼ Ἥρη
- τοῖον μητιόωσα παροιτέρη ἔκφατο μῦθον·
- ‘δεῦρʼ ἴομεν μετὰ Κύπριν· ἐπιπλόμεναι δέ μιν ἄμφω
- παιδὶ ἑῷ εἰπεῖν ὀτρύνομεν, αἴ κε πίθηται
- κούρην Αἰήτεω πολυφάρμακον οἷσι βέλεσσιν
- θέλξαι ὀιστεύσας ἐπʼ Ἰήσονι. τὸν δʼ ἂν ὀίω
- κείνης ἐννεσίῃσιν ἐς Ἑλλάδα κῶας ἀνάξειν.’
- ὧς ἄρʼ ἔφη· πυκινὴ δὲ συνεύαδε μῆτις Ἀθήνῃ,
- καί μιν ἔπειτʼ ἐξαῦτις ἀμείβετο μειλιχίοισιν·
- ‘Ἥρη, νήιδα μέν με πατὴρ τέκε τοῖο βολάων,
- οὐδέ τινα χρειὼ θελκτήριον οἶδα πόθοιο.
- εἰ δέ σοι αὐτῇ μῦθος ἐφανδάνει, ἦ τʼ ἂν ἔγωγε
- ἑσποίμην· σὺ δέ κεν φαίης ἔπος ἀντιόωσα.’
- ἦ, καὶ ἀναΐξασαι ἐπὶ μέγα δῶμα νέοντο
- Κύπριδος, ὅ ῥά τέ οἱ δεῖμεν πόσις ἀμφιγυήεις,
- ὁππότε μιν τὰ πρῶτα παραὶ Διὸς ἦγεν ἄκοιτιν.
- ἕρκεα δʼ εἰσελθοῦσαι ὑπʼ αἰθούσῃ θαλάμοιο
- ἔσταν, ἵνʼ ἐντύνεσκε θεὰ λέχος Ἡφαίστοιο.