Argonautica
Apollonius Rhodius
The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.
- ἀμώων, πολέας μὲν ἔτʼ ἐς νηδὺν λαγόνας τε
- ἡμίσεας ἀνέχοντας ἐς ἠέρα· τοὺς δὲ καὶ ἄχρις
- ὤμων τελλομένους· τοὺς δὲ νέον ἑστηῶτας,
- τοὺς δʼ ἤδη καὶ ποσσὶν ἐπειγομένους ἐς ἄρηα.
- ὡς δʼ ὁπότʼ ἀμφʼ οὔροισιν ἐγειρομένου πολέμοιο,
- δείσας γειομόρος, μή οἱ προτάμωνται ἀρούρας,
- ἅρπην εὐκαμπῆ νεοθηγέα χερσὶ μεμαρπὼς
- ὠμὸν ἐπισπεύδων κείρει στάχυν, οὐδὲ βολῇσιν
- μίμνει ἐς ὡραίην τερσήμεναι ἠελίοιο·
- ὧς τότε γηγενέων κεῖρε στάχυν· αἵματι δʼ ὁλκοὶ
- ἠύτε κρηναῖαι ἀμάραι πλήθοντο ῥοῇσιν.
- πῖπτον δʼ, οἱ μὲν ὀδὰξ τετρηχότα βῶλον ὀδοῦσιν
- λαζόμενοι πρηνεῖς, οἱ δʼ ἔμπαλιν, οἱ δʼ ἐπʼ ἀγοστῷ
- καὶ πλευροῖς, κήτεσσι δομὴν ἀτάλαντοι ἰδέσθαι.
- πολλοὶ δʼ οὐτάμενοι, πρὶν ὑπὸ χθονὸς ἴχνος ἀεῖραι,
- ὅσσον ἄνω προύτυψαν ἐς ἠέρα, τόσσον ἔραζε
- βριθόμενοι πλαδαροῖσι καρήασιν ἠρήρειντο.
- ἔρνεἀ που τοίως, Διὸς ἄσπετον ὀμβρήσαντος,
- φυταλιῇ νεόθρεπτα κατημύουσιν ἔραζε
- κλασθέντα ῥίζηθεν, ἀλωήων πόνος ἀνδρῶν·