Argonautica

Apollonius Rhodius

The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.

  1. ἐντροπαλιζόμενον πόδες ἔκφερον, ὄφρʼ ἑτάροισιν
  2. μίκτο κιών· ἤδη δὲ φόως νιφόεντος ὕπερθεν
  3. Καυκάσου ἠριγενὴς Ἠὼς βάλεν ἀντέλλουσα.
  4. καὶ τότʼ ἄρʼ Αἰήτης περὶ μὲν στήθεσσιν ἕεστο
  5. θώρηκα στάδιον, τόν οἱ πόρεν ἐξεναρίξας
  6. σφωιτέραις Φλεγραῖον Ἄρης ὑπὸ χερσὶ Μίμαντα·
  7. χρυσείην δʼ ἐπὶ κρατὶ κόρυν θέτο τετραφάληρον,
  8. λαμπομένην οἷόν τε περίτροχον ἔπλετο φέγγος
  9. ἠελίου, ὅτε πρῶτον ἀνέρχεται Ὠκεανοῖο.
  10. ἂν δὲ πολύρρινον νώμα σάκος, ἂν δὲ καὶ ἔγχος
  11. δεινόν, ἀμαιμάκετον· τὸ μὲν οὔ κέ τις ἄλλος ὑπέστη
  12. ἀνδρῶν ἡρώων, ὅτε κάλλιπον Ἡρακλῆα
  13. τῆλε παρέξ, ὅ κεν οἶος ἐναντίβιον πολέμιξεν.
  14. τῷ δὲ καὶ ὠκυπόδων ἵππων εὐπηγέα δίφρον
  15. ἔσχε πέλας Φαέθων ἐπιβήμεναι· ἂν δὲ καὶ αὐτὸς
  16. βήσατο, ῥυτῆρας δὲ χεροῖν ἔχεν. ἐκ δὲ πόληος
  17. ἤλασεν εὐρεῖαν κατʼ ἀμαξιτόν, ὥς κεν ἀέθλῳ
  18. παρσταίη· σὺν δέ σφιν ἀπείριτος ἔσσυτο λαός.
  19. οἷος δʼ Ἴσθμιον εἶσι Ποσειδάων ἐς ἀγῶνα
  20. ἅρμασιν ἐμβεβαώς, ἢ Ταίναρον, ἢ ὅγε Λέρνης