Argonautica
Apollonius Rhodius
The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.
- ὤπασε μαντοσύνῃσι προηγήτειραν ὁδοῖο.
- τοὺς δὲ θεὰ Τριτωνὶς ὑπὲκ γενύων ἐλάσασα
- Αἰήτῃ πόρε δῶρον ὁμῶς αὐτῷ τε φονῆι.
- καί ῥʼ ὁ μὲν Ἀονίοισιν ἐνισπείρας πεδίοισιν
- Κάδμος Ἀγηνορίδης γαιηγενῆ εἵσατο λαόν,
- Ἄρεος ἀμώοντος ὅσοι ὑπὸ δουρὶ λίποντο·
- τοὺς δὲ τότʼ Αἰήτης ἔπορεν μετὰ νῆα φέρεσθαι
- προφρονέως, ἐπεὶ οὔ μιν ὀίσσατο πείρατʼ ἀέθλου
- ἐξανύσειν, εἰ καί περ ἐπὶ ζυγὰ βουσὶ βάλοιτο.
- ἠέλιος μὲν ἄπωθεν ἐρεμνὴν δύετο γαῖαν
- ἑσπέριος, νεάτας ὑπὲρ ἄκριας Αἰθιοπήων·
- νὺξ δʼ ἵπποισιν ἔβαλλεν ἔπι ζυγά· τοὶ δὲ χαμεύνας
- ἔντυον ἥρωες παρὰ πείσμασιν. αὐτὰρ Ἰήσων
- αὐτίκʼ ἐπεί ῥʼ Ἑλίκης εὐφεγγέος ἀστέρες Ἄρκτου
- ἔκλιθεν, οὐρανόθεν δὲ πανεύκηλος γένετʼ αἰθήρ,
- βῆ ῥʼ ἐς ἐρημαίην, κλωπήιος ἠύτε τις φώρ,
- σὺν πᾶσιν χρήεσσι· πρὸ γάρ τʼ ἀλέγυνεν ἕκαστα
- ἠμάτιος· θῆλυν μὲν ὄιν, γάλα τʼ ἔκτοθι ποίμνης
- Ἄργος ἰὼν ἤνεικε· τὰ δʼ ἐξ αὐτῆς ἕλε νηός.
- ἀλλʼ ὅτε δὴ ἴδε χῶρον, ὅτις πάτου ἔκτοθεν ἦεν