Argonautica
Apollonius Rhodius
The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.
- εἰ μὴ ἄρʼ Αἰσονίδης πεφυλαγμένος ὀψέ περ ηὔδα·
- ‘ὥρη ἀποβλώσκειν, μὴ πρὶν φάος ἠελίοιο
- δύῃ ὑποφθάμενον, καί τις τὰ ἕκαστα νοήσῃ
- ὀθνείων· αὖτις δʼ ἀβολήσομεν ἐνθάδʼ ἰόντες.’
- ὧς τώγʼ ἀλλήλων ἀγανοῖς ἐπὶ τόσσον ἔπεσσιν
- πείρηθεν· μετὰ δʼ αὖτε διέτμαγεν. ἤτοι Ἰήσων
- εἰς ἑτάρους καὶ νῆα κεχαρμένος ὦρτο νέεσθαι·
- ἡ δὲ μετʼ ἀμφιπόλους· αἱ δὲ σχεδὸν ἀντεβόλησαν
- πᾶσαι ὁμοῦ· τὰς δʼ οὔτι περιπλομένας ἐνόησεν.
- ψυχὴ γὰρ νεφέεσσι μεταχρονίη πεπότητο.
- αὐτομάτοις δὲ πόδεσσι θοῆς ἐπεβήσατʼ ἀπήνης,
- καί ῥʼ ἑτέρῃ μὲν χειρὶ λάβʼ ἡνία, τῇ δʼ ἄρʼ ἱμάσθλην
- δαιδαλέην, οὐρῆας ἐλαυνέμεν· οἱ δὲ πόλινδε
- θῦνον ἐπειγόμενοι ποτὶ δώματα. τὴν δʼ ἄρʼ ἰοῦσαν
- Χαλκιόπη περὶ παισὶν ἀκηχεμένη ἐρέεινεν·
- ἡ δὲ παλιντροπίῃσιν ἀμήχανος οὔτε τι μύθων
- ἔκλυεν, οὔτʼ αὐδῆσαι ἀνειρομένῃ λελίητο.
- ἷζε δʼ ἐπὶ χθαμαλῷ σφέλαϊ κλιντῆρος ἔνερθεν
- λέχρις ἐρεισαμένη λαιῇ ἐπὶ χειρὶ παρειήν·
- ὑγρὰ δʼ ἐνὶ βλεφάροις ἔχεν ὄμματα, πορφύρουσα