Argonautica

Apollonius Rhodius

The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.

  1. ἄμφω δʼ ἄλλοτε μέν τε κατʼ οὔδεος ὄμματʼ ἔρειδον
  2. αἰδόμενοι, ὁτὲ δʼ αὖτις ἐπὶ σφίσι βάλλον ὀπωπάς,
  3. ἱμερόεν φαιδρῇσιν ὑπʼ ὀφρύσι μειδιόωντες.
  4. ὀψὲ δὲ δὴ τοίοισι μόλις προσπτύξατο κούρη·
  5. ‘φράζεο νῦν, ὥς κέν τοι ἐγὼ μητίσομʼ ἀρωγήν.
  6. εὖτʼ ἂν δὴ μετιόντι πατὴρ ἐμὸς ἐγγυαλίξῃ
  7. ἐξ ὄφιος γενύων ὀλοοὺς σπείρασθαι ὀδόντας,
  8. δὴ τότε μέσσην νύκτα διαμμοιρηδὰ φυλάξας,
  9. ἀκαμάτοιο ῥοῇσι λοεσσάμενος ποταμοῖο,
  10. οἶος ἄνευθʼ ἄλλων ἐνὶ φάρεσι κυανέοισιν
  11. βόθρον ὀρύξασθαι περιηγέα· τῷ δʼ ἔνι θῆλυν
  12. ἀρνειὸν σφάζειν, καὶ ἀδαίετον ὠμοθετῆσαι,
  13. αὐτῷ πυρκαϊὴν εὖ νηήσας ἐπὶ βόθρῳ.
  14. μουνογενῆ δʼ Ἑκάτην Περσηίδα μειλίσσοιο,
  15. λείβων ἐκ δέπαος σιμβλήια ἔργα μελισσέων.
  16. ἔνθα δʼ ἐπεί κε θεὰν μεμνημένος ἱλάσσηαι,
  17. ἂψ ἀπὸ πυρκαϊῆς ἀναχάζεο· μηδέ σε δοῦπος
  18. ἠὲ ποδῶν ὄρσῃσι μεταστρεφθῆναι ὀπίσσω,
  19. ἠὲ κυνῶν ὑλακή, μή πως τὰ ἕκαστα κολούσας
  20. οὐδʼ αὐτὸς κατὰ κόσμον ἑοῖς ἑτάροισι πελάσσῃς.