Argonautica

Apollonius Rhodius

The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.

  1. εὐαγέως ἱερῷ ἀνὰ διπλόα μηρία βωμῷ
  2. καῖον, ἐπικλείοντες Ἑώιον Ἀπόλλωνα.
  3. ἀμφὶ δὲ δαιομένοις εὐρὺν χορὸν ἐστήσαντο,
  4. καλὸν Ἰηπαιήονʼ Ἰηπαιήονα Φοῖβον
  5. μελπόμενοι· σὺν δέ σφιν ἐὺς πάις Οἰάγροιο
  6. Βιστονίῃ φόρμιγγι λιγείης ἦρχεν ἀοιδῆς·
  7. ὥς ποτε πετραίῃ ὑπὸ δειράδι Παρνησσοῖο
  8. Δελφύνην τόξοισι πελώριον ἐξενάριξεν,
  9. κοῦρος ἐὼν ἔτι γυμνός, ἔτι πλοκάμοισι γεγηθώς.
  10. ἱλήκοις· αἰεί τοι, ἄναξ, ἄτμητοι ἔθειραι,
  11. αἰὲν ἀδήλητοι· τὼς γὰρ θέμις. οἰόθι δʼ αὐτὴ
  12. Λητὼ Κοιογένεια φίλαις ἐν χερσὶν ἀφάσσει.
  13. πολλὰ δὲ Κωρύκιαι νύμφαι, Πλείστοιο θύγατρες,
  14. θαρσύνεσκον ἔπεσσιν, Ἰήιε κεκληγυῖαι·
  15. ἔνθεν δὴ τόδε καλὸν ἐφύμνιον ἔπλετο Φοίβῳ.
  16. αὐτὰρ ἐπειδὴ τόνγε χορείῃ μέλψαν ἀοιδῇ,
  17. λοιβαῖς εὐαγέεσσιν ἐπώμοσαν, ἦ μὲν ἀρήξειν
  18. ἀλλήλοις εἰσαιὲν ὁμοφροσύνῃσι νόοιο,
  19. ἁπτόμενοι θυέων· καί τʼ εἰσέτι νῦν γε τέτυκται
  20. κεῖσʼ Ὁμονοίης ἱρὸν ἐύφρονος, ὅ ῥʼ ἐκάμοντο