Argonautica

Apollonius Rhodius

The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.

  1. ἠιόνας πεδίον τε, βαθυρρείοντά τε Κάλπην
  2. δερκόμενοι παράμειβον, ὁμῶς δʼ ἐπὶ ἤματι νύκτα
  3. νήνεμον ἀκαμάτῃσιν ἐπερρώοντʼ ἐλάτῃσιν.
  4. οἷον δὲ πλαδόωσαν ἐπισχίζοντες ἄρουραν
  5. ἐργατίναι μογέουσι βόες, περὶ δʼ ἄσπετος ἱδρὼς
  6. εἴβεται ἐκ λαγόνων τε καὶ αὐχένος· ὄμματα δέ σφιν
  7. λοξὰ παραστρωφῶνται ὑπὸ ζυγοῦ· αὐτὰρ ἀυτμὴ
  8. αὐαλέη στομάτων ἄμοτον βρέμει· οἱ δʼ ἐνὶ γαίῃ
  9. χηλὰς σκηρίπτοντε πανημέριοι πονέονται.
  10. τοῖς ἴκελοι ἥρωες ὑπὲξ ἁλὸς εἷλκον ἐρετμά.
  11. ἦμος δʼ οὔτʼ ἄρ πω φάος ἄμβροτον, οὔτʼ ἔτι λίην
  12. ὀρφναίη πέλεται, λεπτὸν δʼ ἐπιδέδρομε νυκτὶ
  13. φέγγος, ὅτʼ ἀμφιλύκην μιν ἀνεγρόμενοι καλέουσιν,
  14. τῆμος ἐρημαίης νήσου λιμένʼ εἰσελάσαντες
  15. Θυνιάδος, καμάτῳ πολυπήμονι βαῖνον ἔραζε.
  16. τοῖσι δὲ Λητοῦς υἱός, ἀνερχόμενος Λυκίηθεν
  17. τῆλʼ ἐπʼ ἀπείρονα δῆμον Ὑπερβορέων ἀνθρώπων,
  18. ἐξεφάνη· χρύσεοι δὲ παρειάων ἑκάτερθεν
  19. πλοχμοὶ βοτρυόεντες ἐπερρώοντο κιόντι·
  20. λαιῇ δʼ ἀργύρεον νώμα βιόν, ἀμφὶ δὲ νώτοις