Argonautica
Apollonius Rhodius
The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.
- σκαιῇ, δεξιτερῇ δὲ διαμπερὲς ὦσε φέρεσθαι.
- ἡ δʼ ἰκέλη πτερόεντι μετήορος ἔσσυτʼ ὀιστῷ.
- ἔμπης δʼ ἀφλάστοιο παρέθρισαν ἄκρα κόρυμβα
- νωλεμὲς ἐμπλήξασαι ἐναντίαι. αὐτὰρ Ἀθήνη
- Οὔλυμπόνδʼ ἀνόρουσεν, ὅτʼ ἀσκηθεῖς ὑπάλυξαν.
- πέτραι δʼ εἰς ἕνα χῶρον ἐπισχεδὸν ἀλλήλῃσιν
- νωλεμὲς ἐρρίζωθεν, ὃ δὴ καὶ μόρσιμον ἦεν
- ἐκ μακάρων, εὖτʼ ἄν τις ἰδὼν διὰ νηὶ περήσῃ.
- οἱ δέ που ὀκρυόεντος ἀνέπνεον ἄρτι φόβοιο
- ἠέρα παπταίνοντες ὁμοῦ πέλαγός τε θαλάσσης
- τῆλʼ ἀναπεπτάμενον. δὴ γὰρ φάσαν ἐξ Ἀίδαο
- σώεσθαι· Τῖφυς δὲ παροίτατος ἤρχετο μύθων·
- ‘ἔλπομαι αὐτῇ νηὶ τόγʼ ἔμπεδον ἐξαλέασθαι
- ἡμέας· οὐδέ τις ἄλλος ἐπαίτιος, ὅσσον Ἀθήνη,
- ἥ οἱ ἐνέπνευσεν θεῖον μένος, εὖτέ μιν Ἄργος
- γόμφοισιν συνάρασσε· θέμις δʼ οὐκ ἔστιν ἁλῶναι.
- Αἰσονίδη, τύνη δὲ τεοῦ βασιλῆος ἐφετμήν,
- εὖτε διὲκ πέτρας φυγέειν θεὸς ἧμιν ὄπασσεν,
- μηκέτι δείδιθι τοῖον· ἐπεὶ μετόπισθεν ἀέθλους
- εὐπαλέας τελέεσθαι Ἀγηνορίδης φάτο Φινεύς.’