Argonautica
Apollonius Rhodius
The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.
- μὴ ταμέειν πρέμνον δρυὸς ἥλικος, ᾗ ἔπι πουλὺν
- αἰῶνα τρίβεσκε διηνεκές· αὐτὰρ ὁ τήνγε
- ἀφραδέως ἔτμηξεν ἀγηνορίῃ νεότητος.
- τῷ δʼ ἄρα νηκερδῆ νύμφη πόρεν οἶτον ὀπίσσω
- αὐτῷ καὶ τεκέεσσιν. ἔγωγε μέν, εὖτʼ ἀφίκανεν,
- ἀμπλακίην ἔγνων· βωμὸν δʼ ἐκέλευσα καμόντα
- Θυνιάδος νύμφης, λωφήια ῥέξαι ἐπʼ αὐτῷ
- ἱερά, πατρῴην αἰτεύμενον αἶσαν ἀλύξαι.
- ἔνθʼ ἐπεὶ ἔκφυγε κῆρα θεήλατον, οὔποτʼ ἐμεῖο
- ἐκλάθετʼ, οὐδʼ ἀθέρισσε· μόλις δʼ ἀέκοντα θύραζε
- πέμπω, ἐπεὶ μέμονέν γε παρέμμεναι ἀσχαλόωντι.’
- ὧς φάτʼ Ἀγηνορίδης· ὁ δʼ ἐπισχεδὸν αὐτίκα δοιὼ
- ἤλυθʼ ἄγων ποίμνηθεν ὄις. ἀνὰ δʼ ἵστατʼ Ἰήσων,
- ἂν δὲ Βορήιοι υἷες ἐφημοσύνῃσι γέροντος.
- ὦκα δὲ κεκλόμενοι μαντήιον Ἀπόλλωνα
- ῥέζον ἐπʼ ἐσχαρόφιν νέον ἤματος ἀνομένοιο.
- κουρότεροι δʼ ἑτάρων μενοεικέα δαῖτʼ ἀλέγυνον.
- ἔνθʼ εὖ δαισάμενοι, τοὶ μὲν παρὰ πείσμασι νηός,
- τοὶ δʼ αὐτοῦ κατὰ δώματʼ ἀολλέες εὐνάζοντο.
- ἦρι δʼ ἐτήσιαι αὖραι ἐπέχραον, αἵ τʼ ἀνὰ πᾶσαν