Argonautica
Apollonius Rhodius
The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.
- πάντοθεν ἠλίβατος, καί μιν καλέουσι Κάραμβιν,
- τῆς καὶ ὑπὲρ βορέαο περισχίζονται ἄελλαι·
- ὧδε μάλʼ ἂμ πέλαγος τετραμμένη αἰθέρι κύρει.
- τήνδε περιγνάμψαντι πολὺς παρακέκλιται· ἤδη
- αἰγιαλός· πολέος δʼ ἐπὶ πείρασιν Αἰγιαλοῖο
- ἀκτῇ ἐπὶ προβλῆτι ῥοαὶ Ἅλυος ποταμοῖο
- δεινὸν ἐρεύγονται· μετὰ τὸν δʼ ἀγχίροος Ἶρις
- μειότερος λευκῇσιν ἑλίσσεται εἰς ἅλα δίναις.
- κεῖθεν δὲ προτέρωσε μέγας καὶ ὑπείροχος ἀγκὼν
- ἐξανέχει γαίης· ἐπὶ δὲ στόμα Θερμώδοντος
- κόλπῳ ἐν εὐδιόωντι Θεμισκύρειον ὑπʼ ἄκρην
- μύρεται, εὐρείης διαειμένος ἠπείροιο.
- ἔνθα δὲ Δοίαντος πεδίον, σχεδόθεν δὲ πόληες
- τρισσαὶ Ἀμαζονίδων, μετά τε σμυγερώτατοι ἀνδρῶν
- τρηχεῖαν Χάλυβες καὶ ἀτειρέα γαῖαν ἔχουσιν,
- ἐργατίναι· τοὶ δʼ ἀμφὶ σιδήρεα ἔργα μέλονται.
- ἄγχι δὲ ϝαιετάουσι πολύρρηνες Τιβαρηνοὶ
- Ζηνὸς Ἐυξείνοιο Γενηταίην ὑπὲρ ἄκρην.
- τῇ δʼ ἐπὶ Μοσσύνοικοι ὁμούριοι ὑλήεσσαν
- ἑξείης ἤπειρον, ὑπωρείας τε νέμονται,