Argonautica
Apollonius Rhodius
The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.
- ἐξαῦτις κατὰ μοῖραν ἀμείψατο τοῖσδʼ ἐπέεσσιν·
- ‘ἦ ἄρα δὴ γνωτοὶ πατρώιοι ἄμμιν ἐόντες
- λίσσεσθʼ εὐμενέοντας ἐπαρκέσσαι κακότητα.
- Κρηθεὺς γάρ ῥʼ Ἀθάμας τε κασίγνητοι γεγάασιν.
- Κρηθῆος δʼ υἱωνὸς ἐγὼ σὺν τοισίδʼ ἑταίροις
- Ἑλλάδος ἐξ αὐτῆς νέομʼ ἐς πόλιν Αἰήταο.
- ἀλλὰ τὰ μὲν καὶ ??αῦτις ἐνίφομεν ἀλλήλοισιν.
- νῦν δʼ ἕσσασθε πάροιθεν· ὑπʼ ἐννεσίῃσι δʼ ὀίω
- ἀθανάτων ἐς χεῖρας ἐμὰς χατέοντας ἱκέσθαι.’
- ἦ ῥα, καὶ ἐκ νηὸς δῶκέ σφισιν εἵματα δῦναι.
- πασσυδίῃ δἤπειτα κίον μετὰ νηὸν Ἄρηος,
- μῆλʼ ἱερευσόμενοι· περὶ δʼ ἐσχάρῃ ἐστήσαντο
- ἐσσυμένως, ἥ τʼ ἐκτὸς ἀνηρεφέος πέλε νηοῦ
- στιάων· εἴσω δὲ μέλας λίθος ἠρήρειστο
- ἱερός, ᾧ ποτε πᾶσαι Ἀμαζόνες εὐχετόωντο.
- οὐδέ σφιν θέμις ἦεν, ὅτʼ ἀντιπέρηθεν ἵκοιντο,
- μήλων τʼ ἠδὲ βοῶν τῇδʼ ἐσχάρῃ ἱερὰ καίειν·
- ἀλλʼ ἵππους δαίτρευον, ἐπηετανὸν κομέουσαι.
- αὐτὰρ ἐπεὶ ῥέξαντες ἐπαρτέα δαῖτʼ ἐπάσαντο,
- δὴ τότ ἄρʼ Αἰσονίδης μετεφώνεεν, ἦρχέ τε μύθων·