Argonautica
Apollonius Rhodius
The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.
- ὕδατι σημαίνων διερὴν ὁδὸν Ἀρκτούροιο·
- αὐτὰρ ὅγʼ ἠμάτιος μὲν ἐν οὔρεσι φύλλʼ ἐτίνασσεν
- τυτθὸν ἐπʼ ἀκροτάτοισιν ἀήσυρος ἀκρεμόνεσσιν·
- νυκτὶ δʼ ἔβη πόντονδε πελώριος, ὦρσε δὲ κῦμα
- κεκληγὼς πνοιῇσι· κελαινὴ δʼ οὐρανὸν ἀχλὺς
- ἄμπεχεν, οὐδέ πῃ ἄστρα διαυγέα φαίνετʼ ἰδέσθαι
- ἐκ νεφέων, σκοτόεις δὲ περὶ ζόφος ἠρήρειστο.
- οἱ δʼ ἄρα μυδαλέοι, στυγερὸν τρομέοντες ὄλεθρον,
- υἱῆες Φρίξοιο φέρονθʼ ὑπὸ κύμασιν αὔτως.
- ἱστία δʼ ἐξήρπαξʼ ἀνέμου μένος, ἠδὲ καὶ αὐτὴν
- νῆα διάνδιχʼ ἔαξε τινασσομένην ῥοθίοισιν.
- ἔνθα δʼ ὑπʼ ἐννεσίῃσι θεῶν πίσυρές περ ἐόντες
- δούρατος ὠρέξαντο πελωρίου, οἷά τε πολλὰ
- ῥαισθείσης κεκέδαστο θόοις συναρηρότα γόμφοις.
- καὶ τοὺς μὲν νῆσόνδε, παρὲξ ὀλίγον θανάτοιο,
- κύματα καὶ ῥιπαὶ ἀνέμου φέρον ἀσχαλόωντας.
- αὐτίκα δʼ ἐρράγη ὄμβρος ἀθέσφατος, ὗε δὲ πόντον
- καὶ νῆσον καὶ πᾶσαν ὅσην κατεναντία νήσου
- χώρην Μοσσύνοικοι ὑπέρβιοι ἀμφενέμοντο.
- τοὺς δʼ ἄμυδις κρατερῷ σὺν δούρατι κύματος ὁρμὴ