Argonautica
Apollonius Rhodius
The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.
- τοὺς δʼ ἄμυδις φιλότητι Δολίονες ἠδὲ καὶ αὐτὸς
- Κύζικος ἀντήσαντες ὅτε στόλον ἠδὲ γενέθλην
- ἔκλυον, οἵτινες εἶεν, ἐυξείνως ἀρέσαντο,
- καί σφεας εἰρεσίῃ πέπιθον προτέρωσε κιόντας
- ἄστεος ἐν λιμένι πρυμνήσια νηὸς ἀνάψαι,
- ἔνθʼ οἵγʼ Ἐκβασίῳ βωμὸν θέσαν Ἀπόλλωνι
- εἱσάμενοι παρὰ θῖνα, θυηπολίης τʼ ἐμελοντο.
- δῶκεν δʼ αὐτὸς ἄναξ λαρὸν μέθυ δευουένοισιν
- μῆλά θʼ ὁμοῦ· δὴ γάρ οἱ ἔην φάτις, εὖτʼ ἂν ἵκωνται
- ἀνδρῶν ἡρώων θεῖος στόλος, αὐτίκα τόνγε
- μείλιχον ἀντιάαν, μηδὲ πτολέμοιο μέλεσθαι.
- ἶσόν που κἀκείνῳ ἐπισταχύεσκον ἴουλοι,
- οὐδέ νύ πω παίδεσσιν ἀγαλλόμενος μεμόρητο·
- ἀλλʼ ἔτι οἱ κατὰ δώματʼ ἀκήρατος ἦεν ἄκοιτις
- ὠδίνων, Μέροπος Περκωσίου ἐκγεγαυῖα,
- Κλείτη ἐυπλόκαμος, τὴν μὲν νέον ἐξέτι πατρὸς
- θεσπεσίοις ἕδνοισιν ἀνήγαγεν ἀντιπέρηθεν.
- ἀλλὰ καὶ ὧς θάλαμόν τε λιπὼν καὶ δέμνια νύμφης
- τοῖς μέτα δαῖτʼ ἀλέγυνε, βάλεν δʼ ἀπὸ δείματα θυμοῦ.
- ἀλλήλους δʼ ἐρέεινον ἀμοιβαδίς· ἤτοι ὁ μέν σφεων