Argonautica
Apollonius Rhodius
The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.
- ἐνθάδε κῶας ἄγοντας· ἀπειρέσιοι δʼ ἐνὶ μέσσῳ
- κεῖσέ τε δεῦρό τʼ ἔασιν ἀνερχομένοισιν ἄεθλοι.
- αὐτὰρ ἐμοὶ θανέειν στυγερῇ ὑπὸ δαίμονος αἴσῃ
- τηλόθι που πέπρωται ἐπʼ Ἀσίδος ἠπείροιο.
- ὧδε κακοῖς δεδαὼς ἔτι καὶ πάρος οἰωνοῖσιν
- πότμον ἐμὸν πάτρης ἐξήιον, ὄφρʼ ἐπιβαίην
- νηός, ἐυκλείη δὲ δόμοις ἐπιβάντι λίπηται.’
- ὧς ἄρʼ ἔφη· κοῦροι δὲ θεοπροπίης ἀίοντες
- νόστῳ μὲν γήθησαν, ἄχος δʼ ἕλεν Ἴδμονος αἴσῃ.
- ἦμος δʼ ἠέλιος σταθερὸν παραμείβεται ἦμαρ,
- αἱ δὲ νέον σκοπέλοισιν ὑποσκιόωνται ἄρουραι,
- δειελινὸν κλίνοντος ὑπὸ ζόφον ἠελίοιο,
- τῆμος ἄρʼ ἤδη πάντες ἐπὶ ψαμάθοισι βαθεῖαν
- φυλλάδα χευάμενοι πολιοῦ πρόπαρ αἰγιαλοῖο
- κέκλινθʼ ἑξείης· παρὰ δέ σφισι μυρίʼ ἔκειτο
- εἴδατα, καὶ μέθυ λαρόν, ἀφυσσαμένων προχόῃσιν
- οἰνοχόων· μετέπειτα δʼ ἀμοιβαδὶς ἀλλήλοισιν
- μυθεῦνθʼ, οἷά τε πολλὰ νέοι παρὰ δαιτὶ καὶ οἴνῳ
- τερπνῶς ἑψιόωνται, ὅτʼ ἄατος ὕβρις ἀπείη.
- ἔνθʼ αὖτʼ Αἰσονίδης μὲν ἀμήχανος εἰν ἑοῖ αὐτῷ