Argonautica
Apollonius Rhodius
The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.
- ἐς δʼ ἐνόησαν Ἄκαστον ὁμῶς Ἄργον τε πόληος
- νόσφι καταβλώσκοντας, ἐθάμβησαν δʼ ἐσιδόντες
- πασσυδίῃ Πελίαο παρὲκ νόον ἰθύοντας.
- δέρμα δʼ ὁ μὲν ταύροιο ποδηνεκὲς ἀμφέχετʼ ὤμους
- Ἄργος Ἀρεστορίδης λάχνῃ μέλαν· αὐτὰρ ὁ καλὴν
- δίπλακα, τήν οἱ ὄπασσε κασιγνήτη Πελόπεια.
- ἀλλʼ ἔμπης τὼ μέν τε διεξερέεσθαι ἕκαστα
- ἔσχετο· τοὺς δʼ ἀγορήνδε συνεδριάασθαι ἄνωγεν.
- αὐτοῦ δʼ ἰλλομένοις ἐπὶ λαίφεσιν, ἠδὲ καὶ ἱστῷ
- κεκλιμένῳ μάλα πάντες ἐπισχερὼ ἑδριόωντο.
- τοῖσιν δʼ Αἴσονος υἱὸς ἐυφρονέων μετέειπεν·
- ‘ἄλλα μὲν ὅσσα τε νηὶ ἐφοπλίσσασθαι ἔοικεν
- —πάντα γὰρ εὖ κατὰ κόσμον—ἐπαρτέα κεῖται ἰοῦσιν.
- τῶ οὐκ ἂν δηναιὸν ἐχοίμεθα τοῖο ἕκητι
- ναυτιλίης, ὅτε μοῦνον ἐπιπνεύσουσιν ἀῆται.
- ἀλλά, φίλοι,—ξυνὸς γὰρ ἐς Ἑλλάδα νόστος ὀπίσσω,
- ξυναὶ δʼ ἄμμι πέλονται ἐς Αἰήταο κέλευθοι—
- τούνεκα νῦν τὸν ἄριστον ἀφειδήσαντες ἕλεσθε
- ὄρχαμον ἡμείων, ᾧ κεν τὰ ἕκαστα μέλοιτο,
- νείκεα συνθεσίας τε μετὰ ξείνοισι βαλέσθαι.’