Argonautica

Apollonius Rhodius

The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.

  1. ὄφρʼ αὐτός με τεῇσι φίλαις ταρχύσαο χερσίν,
  2. τέκνον ἐμόν· τὸ γὰρ οἶον ἔην ἔτι λοιπὸν ἐέλδωρ
  3. ἐκ σέθεν, ἄλλα δὲ πάντα πάλαι θρεπτήρια πέσσω.
  4. νῦν γε μὲν ἡ τὸ πάροιθεν Ἀχαιιάδεσσιν ἀγητὴ
  5. δμωὶς ὅπως κενεοῖσι λελείψομαι ἐν μεγάροισιν,
  6. σεῖο πόθῳ μινύθουσα δυσάμμορος, ᾧ ἔπι πολλὴν
  7. ἀγλαΐην καὶ κῦδος ἔχον πάρος, ᾧ ἔπι μούνῳ
  8. μίτρην πρῶτον ἔλυσα καὶ ὕστατον. ἔξοχα γάρ μοι
  9. Εἰλείθυια θεὰ πολέος ἐμέγηρε τόκοιο.
  10. ᾤ μοι ἐμῆς ἄτης· τὸ μὲν οὐδʼ ὅσον, οὐδʼ ἐν ὀνείρῳ
  11. ὠισάμην, εἰ Φρίξος ἐμοὶ κακὸν ἔσσετʼ ἀλύξας.’
  12. ὧς ἥγε στενάχουσα κινύρετο· ταὶ δὲ γυναῖκες
  13. ἀμφίπολοι γοάασκον ἐπισταδόν· αὐτὰρ ὁ τήνγε
  14. μειλιχίοις ἐπέεσσι παρηγορέων προσέειπεν·
  15. ‘μή μοι λευγαλέας ἐνιβάλλεο, μῆτερ, ἀνίας
  16. ὧδε λίην, ἐπεὶ οὐ μὲν ἐρητύσεις κακότητος
  17. δάκρυσιν, ἀλλʼ ἔτι κεν καὶ ἐπʼ ἄλγεσιν ἄλγος ἄροιο.
  18. πήματα γάρ τʼ ἀίδηλα θεοὶ θνητοῖσι ϝέμουσιν,
  19. τῶν μοῖραν κατὰ θυμὸν ἀνιάζουσά περ ἔμπης
  20. τλῆθι φέρειν· θάρσει δὲ συνημοσύνῃσιν Ἀθήνης,