Argonautica
Apollonius Rhodius
The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.
- ἡρώων, δολιχῆς τε πόρους ἁλός, ὅσσα τʼ ἔρεξαν
- πλαζόμενοι· Μοῦσαι δʼ ὑποφήτορες εἶεν ἀοιδῆς.
- πρῶτά νυν Ὀρφῆος μνησώμεθα, τόν ῥά ποτʼ αὐτὴ
- Καλλιόπη Θρήικι φατίζεται εὐνηθεῖσα
- Οἰάγρῳ σκοπιῆς Πιμπληίδος ἄγχι τεκέσθαι
- αὐτὰρ τόνγʼ ἐνέπουσιν ἀτειρέας οὔρεσι πέτρας
- θέλξαι ἀοιδάων ἐνοπῇ ποταμῶν τε ῥέεθρα.
- φηγοὶ δʼ ἀγριάδες, κείνης ἔτι σήματα μολπῆς,
- ἀκτῆς Θρηικίης Ζώνης ἔπι τηλεθόωσαι
- ἑξείης στιχόωσιν ἐπήτριμοι, ἃς ὅγʼ ἐπιπρὸ
- θελγομένας φόρμιγγι κατήγαγε Πιερίηθεν.
- Ὀρφέα μὲν δὴ τοῖον ἑῶν ἐπαρωγὸν ἀέθλων
- Αἰσονίδης Χείρωνος ἐφημοσύνῃσι πιθήσας
- δέξατο, Πιερίῃ Βιστωνίδι κοιρανέοντα.
- ἤλυθε δʼ Ἀστερίων αὐτοσχεδόν, ὅν ῥα Κομήτης
- γείνατο δινήεντος ἐφʼ ὕδασιν Ἀπιδανοῖο,
- Πειρεσιὰς ὄρεος Φυλληίου ἀγχόθι ναίων,
- ἔνθα μὲν Ἀπιδανός τε μέγας καὶ δῖος Ἐνιπεὺς
- ἄμφω συμφορέονται, ἀπόπροθεν εἰς ἓν ἰόντες.
- Λάρισαν δʼ ἐπὶ τοῖσι λιπὼν Πολύφημος ἵκανεν