Argonautica
Apollonius Rhodius
The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.
- καὶ μὴν Ἀμφιδάμας Κηφεύς τʼ ἴσαν Ἀρκαδίηθεν,
- οἳ Τεγέην καὶ κλῆρον Ἀφειδάντειον ἔναιον,
- υἷε δύω Ἀλεοῦ· τρίτατός γε μὲν ἕσπετʼ ἰοῦσιν
- Ἀγκαῖος, τὸν μέν ῥα πατὴρ Λυκόοργος ἔπεμπεν,
- τῶν ἄμφω γνωτὸς προγενέστερος. ἀλλʼ ὁ μὲν ἤδη
- γηράσκοντʼ Ἀλεὸν λίπετʼ ἂμ πόλιν ὄφρα κομίζοι,
- παῖδα δʼ ἑὸν σφετέροισι κασιγνήτοισιν ὄπασσεν.
- βῆ δʼ ὅγε Μαιναλίης ἄρκτου δέρος, ἀμφίτομόν τε
- δεξιτερῇ πάλλων πέλεκυν μέγαν. ἔντεα γάρ οἱ
- πατροπάτωρ Ἀλεὸς μυχάτῃ ἐνέκρυψε καλιῇ,
- αἴ κέν πως ἔτι καὶ τὸν ἐρητύσειε νέεσθαι.
- βῆ δὲ καὶ Αὐγείης, ὃν δὴ φάτις Ἠελίοιο
- ἔμμεναι· Ἠλείοισι δʼ ὅγʼ ἀνδράσιν ἐμβασίλευεν,
- ὄλβῳ κυδιόων· μέγα δʼ ἵετο Κολχίδα γαῖαν
- αὐτόν??τʼ Αἰήτην ἰδέειν σημάντορα Κόλχων.
- Ἀστέριος δὲ καὶ Ἀμφίων Ὑπερασίου υἷες
- Πελλήνης ἀφίκανον Ἀχαιίδος, ἥν ποτε Πέλλης
- πατροπάτωρ ἐπόλισσεν ἐπʼ ὀφρύσιν Αἰγιαλοῖο.
- Ταίναρον αὖτʼ ἐπὶ τοῖσι λιπὼν Εὔφημος ἵκανεν,
- τόν ῥα Ποσειδάωνι ποδωκηέστατον ἄλλων