Argonautica
Apollonius Rhodius
The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.
- αἶψα δʼ ὅγε κρήνην μετεκίαθεν, ἣν καλέουσιν
- πηγὰς ἀγχίγυοι περιναιέται. οἱ δέ που ἄρτι
- νυμφάων ἵσταντο χοροί· μέλε γάρ σφισι πάσαις,
- ὅσσαι κεῖσʼ ἐρατὸν νύμφαι ῥίον ἀμφενέμοντο,
- Ἄρτεμιν ἐννυχίῃσιν ἀεὶ μέλπεσθαι ἀοιδαῖς.
- αἱ μέν, ὅσαι σκοπιὰς ὀρέων λάχον ἢ καὶ ἐναύλους,
- αἵγε μὲν ὑλήωροι ἀπόπροθεν ἐστιχόωντο,
- ἡ δὲ νέον κρήνης ἀνεδύετο καλλινάοιο
- νύμφη ἐφυδατίη· τὸν δὲ σχεδὸν εἰσενόησεν
- κάλλεϊ καὶ γλυκερῇσιν ἐρευθόμενον χαρίτεσσιν.
- πρὸς γάρ οἱ διχόμηνις ἀπʼ αἰθέρος αὐγάζουσα
- βάλλε σεληναίη. τὴν δὲ φρένας ἐπτοίησεν
- Κύπρις, ἀμηχανίῃ δὲ μόλις συναγείρατο θυμόν.
- αὐτὰρ ὅγʼ ὡς τὰ πρῶτα ῥόῳ ἔνι κάλπιν ἔρεισεν
- λέχρις ἐπιχριμφθείς, περὶ δʼ ἄσπετον ἔβραχεν ὕδωρ
- χαλκὸν ἐς ἠχήεντα φορεύμενον, αὐτίκα δʼ ἥγε
- λαιὸν μὲν καθύπερθεν ἐπʼ αὐχένος ἄνθετο πῆχυν
- κύσσαι ἐπιθύουσα τέρεν στόμα· δεξιτερῇ δὲ
- ἀγκῶνʼ ἔσπασε χειρί, μέσῃ δʼ ἐνικάββαλε δίνῃ.
- τοῦ δʼ ἥρως ἰάχοντος ἐπέκλυεν οἶος ἑταίρων