Argonautica
Apollonius Rhodius
The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.
- μῆλά τε δευομένοις μέθυ τʼ ἄσπετον ἐγγυάλιξαν.
- ἔνθα δʼ ἔπειθʼ οἱ μὲν ξύλα κάγκανα, τοὶ δὲ λεχαίην
- φυλλάδα λειμώνων φέρον ἄσπετον ἀμήσαντες,
- στόρνυσθαι· τοὶ δʼ ἀμφὶ πυρήια δινεύεσκον·
- οἱ δʼ οἶνον κρητῆρσι κέρων, πονέοντο τε δαῖτα,
- Ἐκβασίῳ ῥέξαντες ὑπὸ κνέφας Ἀπόλλωνι.
- αὐτὰρ ὁ δαίνυσθαι ἑτάροις οἷς εὖ ἐπιτείλας
- βῆ ῥ̓ ἴμεν εἰς ὕλην υἱὸς Διός, ὥς κεν ἐρετμὸν
- οἷ αὐτῷ φθαίη καταχείριον ἐντύνασθαι.
- εὗρεν ἔπειτʼ ἐλάτην ἀλαλήμενος, οὔτε τι πολλοῖς
- ἀχθομένην ὄζοις, οὐδὲ μέγα τηλεθόωσαν,
- ἀλλʼ οἷον ταναῆς ἔρνος πέλει αἰγείροιο·
- τόσση ὁμῶς μῆκός τε καὶ ἐς πάχος ἦεν ἰδέσθαι.
- ῥίμφα δʼ ὀιστοδόκην μὲν ἐπὶ χθονὶ θῆκε φαρέτρην
- αὐτοῖσιν τόξοισιν, ἔδυ δʼ ἀπὸ δέρμα λέοντος.
- τὴν δʼ ὅγε χαλκοβαρεῖ ῥοπάλῳ δαπέδοιο τινάξας
- νειόθεν ἀμφοτέρῃσι περὶ στύπος ἔλλαβε χερσίν,
- ἠνορέῃ πίσυνος· ἐν δὲ πλατὺν ὦμον ἔρεισεν
- εὖ διαβάς· πεδόθεν δὲ βαθύρριζόν περ ἐοῦσαν
- προσφὺς ἐξήειρε σὺν αὐτοῖς ἔχμασι γαίης.