Breviarium historiae romanae

Eutropius

Eutropius. Breviarium historiae romanae. Droysen, Hans, editor. Berlin: Weidmann, 1879.

Τοιαῦτα δὲ ὄντα τὰ κατὰ τοὺς πολέμους ὑπεχώρει τοῖς περὶ τὰ πολιτικὰ θαύμασιν: οὔτε γὰρ πλέον οὔτε ἔλαττον εἶχεν ἕτερος ἑτέρου: οὕτω δὲ ἐπεμελεῖτο τῶν πρὸς τοὺς φίλους καθηκόντων, ὥστε συνήθως παῤ αὐτοὺς φοιτᾶν ἢ νόσῳ κατακεκλιμένους ἢ καὶ προσηγορίας μόνης χάριν. ἔστι δὲ ὅτε καὶ ἑορτάζουσιν ἰδίας τινὰς πανηγύρεις ἐποίει καὶ συνειστιᾶτο ἀμοιβαίοις τε καὶ αὐτὸς εὐωχίαις αὐτοὺς ἐγέραιρεν: ἐχρῆτο δὲ καὶ τοῖς ὀχήμασιν ἐκείνων τὸν βασιλικὸν ἀπολιπὼν δίφρον. οὐδενί τε τῶν ἐν Ῥώμῃ λαμπρῶν ἐπήγαγε βλάβην οὐδὲ ηὔξησε τοὺς θησαυροὺς ἐξ ἀδίκου προσθήκης. φιλοδωρότατός τε ἦν δημοσίᾳ τε καὶ ἰδίᾳ καὶ περὶ τὸ διδόναι τὰς ἀρχὰς ἀφθονώτατος. πλέον δὲ ἦν τὸ περὶ αὐτὰ ταῦτα τοῖς φίλοις: οἰκοδομημάτων δὲ αὐτῷ πανταχοῦ τῆς οἰκουμένης πολὺς ἦν ὁ λόγος. καὶ τὰς πόλεις ἀτελείας ἠξίου. κεφάλαιόν τε τῆς ἡμερότητός τε αὐτοῦ καὶ φιλανθρωπίας, παρὰ πάντα τὸν τῆς βασιλείας χρόνον εἷς βουλευτὴς ὑπέμεινε θάνατον τῆς συγκλήτου τὴν ψῆφον ἐπαγαγούσης ἀγνοοῦντος τοῦ βασιλέως. τούτων ἕνεκα κατὰ τὴν οἰκουμένην ἅπασαν ἰσόθεος ὑπείληπτο καὶ ταῖς τῶν κρειττόνων ἐτιμᾶτο τιμαῖς.

Καὶ γὰρ δὴ κἀκεῖνο περὶ αὐτοῦ φασιν, ὅτι δή τινων αὐτοῦ τὴν πολλὴν κοινότητα καταμεμφομένων ἀπεκρίνατο χρῆναι τὸν βασιλέα τοιοῦτον εἶναι πρὸς τοὺς ἰδιώτας, οἷον ἰδιώτης ἄν τις εὔξαιτο τὸν βασιλέα περὶ αὑτὸν εἷναι. τοσαύτης δὴ συγκεκροτημένης αὐτῷ τῆς εὐκλείας ἔν τε πολέμοις καὶ ἡσυχίαις, ἐκ τῆς Περσικῆς ἐπανιὼν πρὸς Σελευκείᾳ τῇ τῶν Ἰσαύρων ὑπενεχθείσης ἀθρόως τῆς γαστρὸς διεφθάρη, τῆς μὲν ἡλικίας τρίτον καὶ ἑξηκοστὸν ἄγων ἔτος καὶ μῆνας ἐννέα καὶ ἡμέρας πέντε, τῆς δὲ βασιλείας ἐνιαυτοὺς ἐννεακαίδεκα καὶ μῆνας ἕξ καὶ ἡμέρας μόνῳ τε αὐτῷ τάφος ἐγένετο κατὰ μέσην τὴν Ῥώμην ἐπὶ τῆς ἀγορᾶς, ἣν αὐτός τε ἐδείματο καὶ κατωνόμασεν ἑαυτῷ. κίων δὲ μηνύει τὴν ταφὴν εἰς ὕφος τεσσαράκοντα καὶ τεσσάρων ποδῶν ἐγηγερμένος. τοιαύτη δὲ τούτου τοῦ βασιλέως ἡ μνήμη καὶ μετὰ ταῦτα διέμεινεν, ὥστε ὁπόταν ἡ σύγκλητος εἰς τὸ βουλευτήριον ἐπ̓ εὐφημίαις τῶν βασιλευόντων συνίῃ τοιαύτην τινὰ γίγνεσθαι φωνὴν Εὐτυχέστερος Αὐγούστου, τοῦ Τραϊανοῦ βελτίων. καὶ τὴν εἰκόνα ταύτην ποιοῦνται κόσμον οἱ κολακεύοντες ἢ κατὰ ἀλήθειαν ἐπαινοῦντες.

Παρὰ τούτου τῆν βασιλείαν Ἀδριανὸς ἐδέξατο Τραϊανοῦ μὲν οὔτε βουληθέντος οὔτε ἐντειλαμένου, τῆς δὲ ἐκείνου γαμετῆς Πλωτίνης καταπραξαμένης: οὐδὲ γὰρ ἀνεψιδοῦν ὄντα αὐτὸν εἰσεποιήσατο Τραϊανός. προγόνων δὲ ἦν καὶ οὗτος Ἰταλῶν, ἐν Ἱσπανίαις τεχθείς τε καὶ τραφείς. εὐθὺς μὲν οὖν εἷλεν αὐτὸν τῆς Τραϊανοῦ δόξης φθόνος: καὶ τῶν ἐπαρχιῶν, ἃς κατεστήσατο, πάμπαν τὴν φυλάττουσαν αὐτὰς στρατιὰν ἀνακαλεσάμενος συνέστειλέ τε τοὺς τῆς βασιλείας ὅρους ἐντὸς Εὐφράτου ποταμοῦ. βουλευόμενον δὲ αὐτὸν ὅμοια καὶ περὶ τῶν Δακῶν οἱ φίλοι διεκώλυσαν: τοὺς

141
γὰρ ἀποίκους τοὺς ἐκ τῶν πολιτῶν Ῥωμαίων ὑπὸ Τραϊανοῦ μεταστάντας οἰκήσεως ἕνεκα καὶ γεωργίας ἀνόσιον εἶναι γίγνεσθαι βαρβάρους. τοῦ γὰρ οἰκείου πλήθους ἀπεσεσύλητο τῷ χρονίῳ πολέμῳ κατανηλωμένου.