Breviarium historiae romanae

Eutropius

Eutropius. Breviarium historiae romanae. Droysen, Hans, editor. Berlin: Weidmann, 1879.

Καὶ δέχεται τὴν βασιλείαν Σεπτίμιος Σευῆρος Ἄφρος ἐκ τῆς Τριπολιτικῆς καλουμένης ἐπαρχίας: πόλις δὲ ἦν αὐτῷ Λέπτις. μόνος δὲ οὗτος ἐξ Ἀφρικῆς ἐπὶ τὴν τῶν ὅλων παρῆλθεν ἐπιτροπήν: καὶ οὔτε πρότερον ἡ μνήμη παραδέδωκεν οὔτε μετὰ ταῦτα ἑξῆς ἐκεῖθεν βεβασιλευκότα. ἦν δὲ πρότερον μὲν τοῦ ταμιείου ῥήτωρ. τοῦ χρόνου δὲ προϊόντος ἀρχὴν ἴθυνε στρατιωτικήν καὶ προσεμμένων λιταῖς τιμαῖς εἰς τοῦτο ἦλθε δυναστείας. προσηγόρευσε δὲ ἑαυτὸν Περτίνακα τὸν ἀνῃρημένον ὑπὸ Ἰουλιανοῦ τιμῶν. μικρόψυχος μὲν ἀνὴρ καὶ χαλεπός, πολεμικὸς δὲ ἄλλως κὰν ταῖς μάχαις εὐτυχής: Πεσκέννιον γὰρ Νίγρον τυραννήσαντα κατὰ τὴν Αἴγυπτον ἐν Κυζίκῳ νικήσας ἀνεῖλεν. ἐκράτησε δὲ καὶ Πάρθων καὶ Ἀραβίων τῶν ἐνδοτάτω καὶ τῶν καλουμένων Ἀδιαβηνῶν, ὥστε τὴν μὲν Ἀραβίαν ἐπαρχίαν καταστήσασθαι

149
κατὰ παλαιὸν ἔθος, ἀπὸ δὲ τῶν νενικημένων ἐθνῶν προσηγορίας λαβεῖν: ἐκλήθη τε Παρθικὸς καὶ Ἀράβιος καὶ Ἀδιαβηνικός. πλεῖστα δὲ καὶ τῶν τῆς βασιλείας οἰκοδομημάτων ἐπανήγαγεν εἰς νεότητα. κατὰ τοῦτον τὸν χρόνον Κλώδιος Ἀλβῖνος ὁ κοινωνήσας Ἰουλιανῷ τῆς Περτίνακος σφαγῆς ἑαυτὸν ἐν Γάλλοις ἐχειροτόνησε Καίσαρα, νικηθεὶς δὲ ἐν Λουγδώνῳ παρὰ τοῦ Σευήρου τέλος ἔσχε τοῦ βίου.

Σευῆρος δὲ ἦν μὲν ἐν τούτοις λαμπρός, οὐχ ἧττον δὲ ἐν τοῖς πολιτικοῖς: φιλοσοφίας τε γὰρ ἐξήσκητο πρὸς ἄκρον καὶ τῶν ῥητόρων ἁπάντων ὑπερεῖχεν. ὕστατόν τε πόλεμον πρὸς Βρεττανοὺς συγκροτήσας τάς τε πόλεις ἀνεκτήσατο καὶ τὰς ἐπαρχίας ἀσφαλιζόμενος χάρακα περιέβαλεν ἐπὶ δύο καὶ τριάκοντα πρὸς τοῖς ἑκατὸν σημείοις ἐκτείνας αὐτὸν πρὸς θάλασσαν. ἐπὶ τούτοις τοῖς ἔργοις ἐτελεύτησεν ἐν Ἐβοράκῳ πρεσβύτης βασιλεύσας ἓξ καὶ δέκα ἐνιαυτοὺς καὶ μῆνας τρεῖς καὶ τοῖς θεοῖς συνηριθμήθη δύο παῖδας διαδόχους τῆς βασιλείας καταλιπὼν Βασιανὸν καὶ Γέταν, προστάξας Βασιανὸν Ἀντωνῖνον μετακληθῆναι. καὶ ὁ μὲν προσηγορεύθη Μάρκος Αὐρήλιος Ἀντωνῖνος Βασιανὸς ἐπετρόπευσέ τε μετὰ τὸν πατέρα τῶν πραγμάτων, Γέτας δὲ ἐχθρὸς εἶναι κοινὸς κριθεὶς ὑπὲρ ὦν ἔπραττεν ἀνῃρέθη.

Ἀντωνῖνος τοίνυν προσλαβὼν καὶ τὴν τοῦ Καρακάλου προσωνυμίαν τῷ πατρὶ πρὸς ἅπαντα κατηκολούθησε τὸ πρῶτον, προϊὼν δὲ ἐχώρησέ τε εἰς ὠμότητα καὶ τὴν ἐν ταῖς ἀπειλαῖς ὑπερβολήν. τῇ Ῥώμῃ δὲ κατεσκεύασε λουτρόν, ὅπερ εἰς τόδε Ἀντωνινιανὸν καλεῖται. ἄλλο δὲ ἄξιον μνήμης οὔτε εἶπεν οὔτε ἔπραξεν οὐδέν, ἀλλ̓ ἡδοναῖς τε ἐδούλευσεν, ὥστε καὶ τὴν ἑαυτοῦ μητρυιὰν ποιήσασθαι γαμετήν. ἐν Ἐδέσσῃ δὲ τῆς Ὀσδροηνῆς στρατεύων ἐπὶ Πέρσας ἀπῆλθε τοῦ βίου βασιλεύσας μὲν ἓξ ἔτη καὶ μῆνας δύο, προελθὼν δὲ τῇ ἡλικίᾳ εἰς τρίτον καὶ τεσσαρακοστὸν ἔτος: ἐγένοντό τε αὐτῷ τὰ νενομισμένα παρὰ τοῦ στρατοῦ.