Breviarium historiae romanae

Eutropius

Eutropius. Breviarium historiae romanae. Droysen, Hans, editor. Berlin: Weidmann, 1879.

Τούτους διαδέχονται τοὺς ὑπάτους Λούκιος Κορνήλιος Σκηπίων ʽἀδελφὸς ὢν τοῦ κληθέντος Ἀφρικανοῦ καὶ ὁ ἀδελφὸς αὐτῷ χειροτονεῖται ληγάτοσ̓ καὶ Γάϊος Λαίλιος: καὶ φέρεται κλήρῳ τὰ τοῦ πολέμου τοῦ πρὸς Ἀντίοχον ἐπὶ τὸν Σκηπίωνα. καὶ πρότερον μὲν ναυμαχίᾳ τῆς βασιλικῆς ἐκράτησε στρατιᾶς: ἡγεμόνα δὲ εἶχεν Ἀννίβαν ὁ στόλος: ἔπειτα δὲ καὶ αὐτὸν Ἀντίοχον ἐν Μαγνησίᾳ τῇ πρὸς Σιπύλῳ τῆς Ἀσίας νικᾷ τε καὶ εἰς φυγὴν φυγὴν τρέπει: κοινωνὸς δὲ αὐτῷ ταύτης ἐγένετο τῆς μάχης Εὐμενὴς Ἀττάλου τοῦ τῆς Ἀσίας βασιλέως ἀδελφός, ὃς ἐπώνυμον ἑαυτῷ πόλιν ἐδείματο τὸ Εὐμένιον: ἐν ταύτῃ τῇ μάχῃ πέντε μυριάσι πεζομάχων καὶ τρισχιλίοις ἱππεῦσιν ἥττων ὁ βασιλικὸς ἐγένετο στρατός. αἰτεῖ γοῦν εἰρήνην Ἀντίοχος καὶ δίδωσιν ἡ σύγκλητος ἐφ̓ αἷς καὶ πρότερον προὔτεινε συνθήκαις οὐ βαρύνασα τὰς σπονδὰς ὡς ἡττημένῳ. αἱ συνθῆκαι δὲ εἶχον ᾧδε: τῆς μὲν Εὐρώπης αὐτὸν καὶ τῆς Ἀσίας ἀποχωρεῖν ἁπάσης: μένειν δὲ ἐπὶ τῶν ἐντὸς τοῦ Ταύρου πρὸς ἀνίσχοντα ἥλιον: εἰσενέγκαι δὲ μυρία τάλαντα καὶ ὁμήρους εἴκοσι παραδοῦναι: τόν τε Ἀννίβαν ἐκδοῦναι ὡς τῶν ταραχῶν ἐκείνῳ τε καὶ αὐτοῖς αἰτιώτατον. τὰ μὲν πρὸς Ἀντίοχον τάδε: Εὐμενεῖ δὲ τῆς συμμαχίας χάριν ἐδωρήθησαν αἱ πόλεις τῆς Ἀσίας, ἃς ἐξελελοίπει κατὰ τὰς σπονδὰς Ἀντίοχος. Ῥοδίοις τε καὶ αὐτοῖς συμμεμαχηκόσι πολλαὶ τῶν πόλεων ὑπακούειν ἐπετάχθησαν. ὁ δὲ Σκηπίων ἐπὶ τούτοις τοῖς ἔργοις ἐθριάμβευσε κτησάμενος καὶ αὐτὸς ἀπὸ τῶν κατορθωθέντων ὄνομα: τοῦτο δὲ ἦν Ἀσιατικός.

Σπουρίου δὲ Ποστουμίου Ἀλβίνου καὶ Κύντου Μάρκου Φιλίππου τὴν ὑπατείαν εἰσδεξαμένων Φούλβιος μὲν κατὰ Αἰτωλῶν ἐθριάμβευσεν: Ἀννίβας δὲ ἀσθενέστερον τὸν Ἀντίοχον ὁρῶν καταφεύγει πρὸς Προυσίαν τὸν Βιθυνῶν βασιλέα. αἰτούντων δὲ

69
αὐτὸν Ῥωμαίων διὰ τοῦ Φλαμινίου παραχρῆμα ἐξεδόθη: καὶ φόβῳ τῆς τιμωρίας φάρμακον σπάσας ἀποθνήσκει: καὶ θάπτουσιν αὐτὸν ἐν Λιβύσσῃ τῆς Βιθυνίας χωρίῳ, καὶ ὁ τάφος ἐς τόδε ὁρᾶται.

Κατὰ τοῦτον τὸν χρόνον Φίλιππος μὲν ἐτελεύτησεν ὁ βασιλεὺς τῆς Μακεδονίας. ὁ δὲ τούτου παῖς ʽΠερσεὺς ἦν ὄνομα αὐτᾦ ἐτυράννησε κατὰ Ῥωμαίων πολλὴν συλλέξας στρατιὰν συμμαχικόν τε οὐ μικρόν: Κότυν τε γὰρ τὸν Θρᾳκῶν βασιλέα καὶ Γέντιον τὸν Ἰλλυριῶν ἐπεκέκλητο. παρασκευὴ τοίνυν ἦν ἑκατέρωθεν ἅπασα Ῥωμαίοις ἐπικουρούντων Εὐμενοῦς τε, ὃς τῆς Ἀσίς ἐκράτει, καὶ τοῦ Καππαδοκῶν βασιλέως Ἀριαράτου καὶ τῆς Συρίας Ἀντιόχου καὶ Πτολεμαίου τοῦ Αἰγύπτου καὶ Μασινίσσου τοῦ Νουμίδου. Προυσίας γὰρ, εἰ καὶ κηδεστὴς ἦν ἐπ̓ ἀδελφῇ τοῦ Περσέως, ἑκατέροις γε ὅμως αὐτὸν ἴσον παρέσχεν: ἡγεῖτο δὲ τῆς Ῥωμαϊκῆς στρατιᾶς Πούβλιος Λικίννιος ὕπατος τοῦτον αὐτῷ τὸν πόλεμον ἀποκληρώσαντος τοῦ δήμου: καὶ νικᾶται τῇ μάχη. καίτοι νενικηκὼς ὁ Περσεὺς εἰρήνην ἐπαγγείλας παρὰ τῶν Ῥωμαίων διήμαρτεν: ὁ γὰρ δῆμος οὐκ ἔφη δώσειν, εἰ μὴ καὶ αὐτὸς ἑαυτὸν καὶ τοὺς αὐτοῦ πάντας ἐκδοίη τοῖς αὐτοὺς παραστησαμένοις. δεύτερος οὖν ἐπ̓ αὐτὸν πέμπεται Λούκιος Αἰμίλιος Παῦλος: καὶ Γάϊος Ἄννιος ἑτέρῳ στρατεύματι ἐπὶ τὸν Ἰλλυριὸν Γέντιον. ὁ μὲν οὖν Γέντιος ἅμα τε συνέμιξε καὶ ἡττήθη καὶ τοῖς Ῥωμαίοις ἑαυτὸν παρέδωκεν ἅμα τῇ μητρὶ καὶ γαμετῇ καὶ παισὶ δύο καὶ δὴ καὶ ἀδελφῷ: καὶ τὸ ἔθνος πᾶν ἐκτήθη. ἐγένετο δὲ τὸ ἔργον ἐν ἡμέραις τριάκοντα: ἔφθασέ τε τὴν τῆς συμπλοκῆς ἡ τῆς νίκης ἀκοή.