Breviarium historiae romanae

Eutropius

Eutropius. Breviarium historiae romanae. Droysen, Hans, editor. Berlin: Weidmann, 1879.

Τὰ μὲν οὗν Ἄφρων ὑπὸ Ῥωμαίοις ἦν: ἠκολούθησε δὲ ὁ Μακεδονικὸς πόλεμος ὁ πρὸς τὸν βασιλέα Φίλιππον πρώτῳ καὶ πεντηκοστῷ καὶ πεντακοσιοστῷ τῆς πόλεως ἔτει.

Πρὸς ὃν Τίτος Κύντιος Φλαμίνιος ἐκπεμφθεὶς νικᾷ τε αὐτὸν καὶ τίθεται σπονδάς: ὥστε καὶ τῶν πόλεων αὐτὸν ἀπέχεσθαι τῶν Ἑλληνικῶν, αἳ προσεκεχωρήκεσαν Ῥωμαίοις παρὰ τὸν τοῦ πολέμου καιρόν, καὶ τοὺς αἰχμαλώτους καὶ προσηλύτας ἀποδοῦναι καὶ μὴ πλείους ἔχειν πεντήκοντα νηῶν, τὰς δὲ λοιπὰς ἁπάσας παραδοῦναι: ὡς δὲ καὶ τοῖς ἑξῆς ἐνιαυτοῖς διδόναι φόρον ἐτήσια τετρακισχίλια τάλαντα ἀργυρίου καὶ προσέτι τὸν υἱὸν Δημήτριον ὅμηρον παραδοῦναι. μεταστήσας δὲ ἐπὶ τοὺς Λακεδαιμονίους ὁ Φλαμίνιος τὴν στρατιὰν κρατεῖ τε αὐτῶν μάχῃ καὶ τὸν στρατηγὸν αἱρεῖ συνθήκας ἃς ἐβουλήθη ποιησάμενος ὑπόσπονδον θριαμβεύων εἰς τὴν Ῥώμην εἰσῆλθε προτρεχόντων αὐτῷ τοῦ ἅρματος Δημητρίου τε τοῦ Φιλίππου παιδὸς καὶ Ἀρμένου τοῦ Νάβιδος.

Οὕτω καὶ τῶν Μακεδονικῶν καὶ τῶν Λακωνικῶν ἡσυχασάντων πρὸς Ἀντίοχον τὸν βασιλεύοντα Συρίας ἀνεφύη πόλεμος. ὕπατοι δὲ ἦσαν Πούβλιος Κορνήλιος Σκηπίων καὶ Μάρκος Ἀκίλιος Γλαβρίων: συνεμάχει δὲ τῷ μὲν Ἀντιόχῳ πεφευγὼς ἐκ τῆς Καρχηδόνος Ἀννίβας ʽδέος γὰρ αὐτὸν ἐξήγαγε τῆς πατρίδος ὡς Ῥωμαίοις ἐκδοθησόμενον̓,

67
Ῥωμαίοις δὲ ὁ Μακεδόνων βασιλεὺς Φίλιππος. γίνεται δὲ νυκτομαχία κατὰ τὴν Ἀχαῒαν ὑφ̓ ἡγεμόνι τῷ Γλαβρίωνι καὶ τῆς μὲν παρεμβολῆς τοῦ βασιλέως οἱ Ῥωμαῖοι γίγνονται κύριοι: φεύγει δὲ ἐκεῖνος ἐπὶ τὸ λοιπὸν τῆς βασιλείας. Φιλίππῳ δὲ Δημήτριος παῖς ἀπεδόθη: τῆς συμμαχίας χάριν.

Τούτους διαδέχονται τοὺς ὑπάτους Λούκιος Κορνήλιος Σκηπίων ʽἀδελφὸς ὢν τοῦ κληθέντος Ἀφρικανοῦ καὶ ὁ ἀδελφὸς αὐτῷ χειροτονεῖται ληγάτοσ̓ καὶ Γάϊος Λαίλιος: καὶ φέρεται κλήρῳ τὰ τοῦ πολέμου τοῦ πρὸς Ἀντίοχον ἐπὶ τὸν Σκηπίωνα. καὶ πρότερον μὲν ναυμαχίᾳ τῆς βασιλικῆς ἐκράτησε στρατιᾶς: ἡγεμόνα δὲ εἶχεν Ἀννίβαν ὁ στόλος: ἔπειτα δὲ καὶ αὐτὸν Ἀντίοχον ἐν Μαγνησίᾳ τῇ πρὸς Σιπύλῳ τῆς Ἀσίας νικᾷ τε καὶ εἰς φυγὴν φυγὴν τρέπει: κοινωνὸς δὲ αὐτῷ ταύτης ἐγένετο τῆς μάχης Εὐμενὴς Ἀττάλου τοῦ τῆς Ἀσίας βασιλέως ἀδελφός, ὃς ἐπώνυμον ἑαυτῷ πόλιν ἐδείματο τὸ Εὐμένιον: ἐν ταύτῃ τῇ μάχῃ πέντε μυριάσι πεζομάχων καὶ τρισχιλίοις ἱππεῦσιν ἥττων ὁ βασιλικὸς ἐγένετο στρατός. αἰτεῖ γοῦν εἰρήνην Ἀντίοχος καὶ δίδωσιν ἡ σύγκλητος ἐφ̓ αἷς καὶ πρότερον προὔτεινε συνθήκαις οὐ βαρύνασα τὰς σπονδὰς ὡς ἡττημένῳ. αἱ συνθῆκαι δὲ εἶχον ᾧδε: τῆς μὲν Εὐρώπης αὐτὸν καὶ τῆς Ἀσίας ἀποχωρεῖν ἁπάσης: μένειν δὲ ἐπὶ τῶν ἐντὸς τοῦ Ταύρου πρὸς ἀνίσχοντα ἥλιον: εἰσενέγκαι δὲ μυρία τάλαντα καὶ ὁμήρους εἴκοσι παραδοῦναι: τόν τε Ἀννίβαν ἐκδοῦναι ὡς τῶν ταραχῶν ἐκείνῳ τε καὶ αὐτοῖς αἰτιώτατον. τὰ μὲν πρὸς Ἀντίοχον τάδε: Εὐμενεῖ δὲ τῆς συμμαχίας χάριν ἐδωρήθησαν αἱ πόλεις τῆς Ἀσίας, ἃς ἐξελελοίπει κατὰ τὰς σπονδὰς Ἀντίοχος. Ῥοδίοις τε καὶ αὐτοῖς συμμεμαχηκόσι πολλαὶ τῶν πόλεων ὑπακούειν ἐπετάχθησαν. ὁ δὲ Σκηπίων ἐπὶ τούτοις τοῖς ἔργοις ἐθριάμβευσε κτησάμενος καὶ αὐτὸς ἀπὸ τῶν κατορθωθέντων ὄνομα: τοῦτο δὲ ἦν Ἀσιατικός.

Σπουρίου δὲ Ποστουμίου Ἀλβίνου καὶ Κύντου Μάρκου Φιλίππου τὴν ὑπατείαν εἰσδεξαμένων Φούλβιος μὲν κατὰ Αἰτωλῶν ἐθριάμβευσεν: Ἀννίβας δὲ ἀσθενέστερον τὸν Ἀντίοχον ὁρῶν καταφεύγει πρὸς Προυσίαν τὸν Βιθυνῶν βασιλέα. αἰτούντων δὲ

69
αὐτὸν Ῥωμαίων διὰ τοῦ Φλαμινίου παραχρῆμα ἐξεδόθη: καὶ φόβῳ τῆς τιμωρίας φάρμακον σπάσας ἀποθνήσκει: καὶ θάπτουσιν αὐτὸν ἐν Λιβύσσῃ τῆς Βιθυνίας χωρίῳ, καὶ ὁ τάφος ἐς τόδε ὁρᾶται.

Κατὰ τοῦτον τὸν χρόνον Φίλιππος μὲν ἐτελεύτησεν ὁ βασιλεὺς τῆς Μακεδονίας. ὁ δὲ τούτου παῖς ʽΠερσεὺς ἦν ὄνομα αὐτᾦ ἐτυράννησε κατὰ Ῥωμαίων πολλὴν συλλέξας στρατιὰν συμμαχικόν τε οὐ μικρόν: Κότυν τε γὰρ τὸν Θρᾳκῶν βασιλέα καὶ Γέντιον τὸν Ἰλλυριῶν ἐπεκέκλητο. παρασκευὴ τοίνυν ἦν ἑκατέρωθεν ἅπασα Ῥωμαίοις ἐπικουρούντων Εὐμενοῦς τε, ὃς τῆς Ἀσίς ἐκράτει, καὶ τοῦ Καππαδοκῶν βασιλέως Ἀριαράτου καὶ τῆς Συρίας Ἀντιόχου καὶ Πτολεμαίου τοῦ Αἰγύπτου καὶ Μασινίσσου τοῦ Νουμίδου. Προυσίας γὰρ, εἰ καὶ κηδεστὴς ἦν ἐπ̓ ἀδελφῇ τοῦ Περσέως, ἑκατέροις γε ὅμως αὐτὸν ἴσον παρέσχεν: ἡγεῖτο δὲ τῆς Ῥωμαϊκῆς στρατιᾶς Πούβλιος Λικίννιος ὕπατος τοῦτον αὐτῷ τὸν πόλεμον ἀποκληρώσαντος τοῦ δήμου: καὶ νικᾶται τῇ μάχη. καίτοι νενικηκὼς ὁ Περσεὺς εἰρήνην ἐπαγγείλας παρὰ τῶν Ῥωμαίων διήμαρτεν: ὁ γὰρ δῆμος οὐκ ἔφη δώσειν, εἰ μὴ καὶ αὐτὸς ἑαυτὸν καὶ τοὺς αὐτοῦ πάντας ἐκδοίη τοῖς αὐτοὺς παραστησαμένοις. δεύτερος οὖν ἐπ̓ αὐτὸν πέμπεται Λούκιος Αἰμίλιος Παῦλος: καὶ Γάϊος Ἄννιος ἑτέρῳ στρατεύματι ἐπὶ τὸν Ἰλλυριὸν Γέντιον. ὁ μὲν οὖν Γέντιος ἅμα τε συνέμιξε καὶ ἡττήθη καὶ τοῖς Ῥωμαίοις ἑαυτὸν παρέδωκεν ἅμα τῇ μητρὶ καὶ γαμετῇ καὶ παισὶ δύο καὶ δὴ καὶ ἀδελφῷ: καὶ τὸ ἔθνος πᾶν ἐκτήθη. ἐγένετο δὲ τὸ ἔργον ἐν ἡμέραις τριάκοντα: ἔφθασέ τε τὴν τῆς συμπλοκῆς ἡ τῆς νίκης ἀκοή.

Παῦλος δὲ τρίτῃ τοῦ μηνὸς τοῦ Σεπτεμβρίου συμμίξας τῷ Περσεῖ διέφθειρε μὲν αὐτοῦ χιλιάδας εἴκοσι τοῦ πεζοῦ. ἐκεῖνον δὲ ἐδίωξε μετὰ τῆς ἵππου αὐτοῦ οὐδὲ ἑκατὸν ἀποβαλὼν τῶν μαχομένων: αἱ μὲν ὁ??ʼν πόλεις εὐθὺς προσεχώρησαν Ῥωμαίοις: ὁ Περσεὺς δὲ ὑπὸ τῶν συμπεφευγότων καταλειφθεὶς ἑαυτὸν παρέδωκε Ῥωμαίοις: καὶ ὁ Παῦλος οὐχ ὡς ἡττημένον οἶδεν, ἀλλὰ καὶ προσπίπτοντα πρὸς τὰ γόνατα ἀνώρθωσε

71
καὶ καθέδρας ἠξίωσε τῆς αὑτοῦ καὶ τῆς ἄλλης μετέδωκε τιμῆς. ἐντεῦθεν Ἰλλύριοι τε καὶ Μακεδόνες ὑπὸ Ῥωμαίοις ἐτέλουν ὅροις τοῖσδε: εἶναι μὲν αὐτοὺς αὐτονόμους, τῇ πόλει δὲ τῇ Ῥωμαίων εἰσφέρειν ὧν τοῖς βασιλεῦσιν εἰσέφερον μέρος ἥμισυ, πείθειν γὰρ ἠβούλοντο Ῥωμαῖοι τοὺς ὑπηκόους, ὡς οὐκ ἐπιθυμοῦσι χρημάτων. τοὺς μὲν ὅρους τούτους ἐν κοινῷ τῶν πανταχόθεν πρέσβεων ἀπήγγειλεν ὁ Παῦλος: ἐκάλεσέ τε αὐτοὺς εἰς εὐωχίαν φάσκων χρῆναι καὶ νικᾶν τε ὅπλοις καὶ νενικημένους ἑστιᾶν

Ἑβδομήκοντα δὲ τῶν Ἠπειρωτικῶν πόλεων ἀντιταττομένας ἔτι Ῥωμαίοις εἷλε πολιορκίᾳ καὶ τὴν ἐκ τοῦ πολέμου λείαν διένειμε τῷ στρατῷ. σὺν μεγίστῃ τε εἰς τὴν Ῥώμην ἐπανῆκε πομπῇ νεὼς ἐπιβεβηκὼς Μακεδονικῆς, ἣ τοῦ βασιλεύσαντος ἦν Περσέως παμμεγέθης, ὡς δεκαπέντε χωρεῖν ἐρέτας ἐξ ἀμφοτέρων τῶν πλευρῶν. καὶ ἀποβὰς ἐθριάμβευσεν ἐφ̓ ἅρματος χρυσοῦ τοῖς δύο παισὶ περιεστοιχισμένος προτρεχόντων τοῦ ἅρματος αὐτοῦ Περσέως πέντε καὶ τετταράκοντα γεγονότος ἐνιαυτοὺς καὶ υἱέων δύο. ἐδόθη δὲ καὶ Ἀννίῳ κατὰ τῶν Ἰλλυρίων θρίαμβος, οὗ καὶ αὐτοῦ προεπόμπευσαν Γέντιός τε καὶ ὁ ἀδελφὸς Γεντίου καὶ οἱ παῖδες. τούτων τῶν θριάμβων μετέσχον εἰς τὴν Ῥώμην ἀφικόμενοι Ἀτταλός τε καὶ Εὐμενὴς ἐκ τῆς Ἀσίας καὶ Προυσίας ἐκ τῆς Βιθουνίας. δῶρά τε προσεκόμισαν, ἃ προσιέμενοι Ῥωμαῖοι προσέταξαν ἐναποτεθῆναι τῷ Καπετωλίῳ. Προυσίας δὲ καὶ τὸν υἱέα τὸν ἑαυτοῦ Νικομήδη παρεκατέθετο τῷ δήμῳ.

Τῷ δὲ ἑξῆς ἐνιαυτῷ Λούκιος Μέμμιος τοὺς Λυσιτανοὺς ἐνίκησε πολέμῳ καὶ μετὰ τοῦτον Μάρκελλος.

73