Breviarium historiae romanae

Eutropius

Eutropius. Breviarium historiae romanae. Droysen, Hans, editor. Berlin: Weidmann, 1879.

Οὕτω μὲν οὗν ὁ πρὸς Ἄφρους ἔληξε πόλεμος εἴκοσι καὶ τρισὶ παρεκταθεὶς ἐνιαυτοῖς. Ῥωμαῖοι δὲ ἤδη γνωριμώτατοι παρὰ πᾶσι γεγενημένοι πρέσβεις ἀπέστειλαν πρὸς τὸν Αἰγύπτου βασιλεύοντα Πτολεμαῖον, ὑπισχνούμενοι συμμαχίαν αὐτῷ κατὰ τοῦ Σύρων βασιλεύοντος Ἀντιόχου. ὁμολογήσας δὲ Πτολεμαῖος τῇ πρεσβείᾳ χάριν οὐκ ἐδεήθη τῆς συμμαχίας, ἐπειδήπερ εἶχεν ἤδη πέρας ἐκεῖνος ὁ πόλεμος. κατὰ δὲ τὸν αὐτὸν χρόνον τῆς Σικελίας βασιλεὺς Ἱέρων δυνατώτατος τῶν πώποτε εἰς τὴν Ῥώμην ἀφίκετο μεθέξων τῆς τελουμένης αὐτόθι θέας. σῖτόν τε εἴκοσι μυριάδας ἐδωρήσατο τῷ δήμῳ.

Ἡνίκα δὲ Ἱέρων κατέλαβε τὴν Ῥώμην, Λούκιος Κορνήλιος Λεντοῦλος καὶ Φούλβιος

49
Φλάκκος ὕπατοι κατὰ Λιγούρων ἤραντο πόλεμον ἐντὸς τῶν Ἰταλῶν ὁρίων καὶ νίκης γενομένης ἐθριάμβευσαν. Καρχηδόνιοι δὲ παρεγχειροῦντες ταῖς σπονδαῖς τοὺς Σάρδους, οὓς αἱ συνθῆκαι Ῥωμαίοις ὑπακούειν ἠβούλοντο, παρηρέθιζον καὶ ἔπειθον ἀντιτάττεσθαι. τοῦ δὲ πράγματος εἰς φῶς κεχωρηκότος πρεσβεία Καρχηδονίων παραγενομένη τὴν εἰρήνην ἐκύρωσεν

Ὑπάτων τε ἀναδειχθέντων Τίτου Μαλλίου Τορκουάτου καὶ Γαΐου Ἀτιλίου Βούσκλου θρίαμβος μὲν γίνεται κατὰ Σάρδων μάχῃ κρατηθέντων. μετὰ δὲ τοῦτο πᾶς πανταχόθεν ἐπέπαυτο πόλεμος καρτερά τε ἦν ἡσυχία, οἵαν οὐδενὶ χρόνῳ συνέβη γενέσθαι πλὴν ἐπὶ Νουμᾶ Πομπιλίου, ὃς μετὰ Ῥωμύλον ἐβασίλευσε.

Διαδεξαμένων δὲ τὴν ὑπατείαν Λουκίου Ποστουμίου Σαβίνου καὶ Γναίου Φαβίου Κεντουμάλου πόλεμος συνέστη πρὸς Ἰλλυρίους Ῥωμαίοις: καὶ πρότερον μὲν αἱ πλεῖσται τῶν πόλεων, μετὰ δὲ ταῦτα καὶ οἱ βασιλεῖς τῆς χώρας ἐκείνης τοῖς ὑπάτοις ἑαυτοὺς ἐνεχείρισαν.

Μετὰ τούτους Λουκίου Αἰμιλίου διαδεξαμένου τὴν ἀρχὴν πλῆθος Γάλλων ὑπὲρ ἀριθμὸν ἐπὶ τὴν Ἰταλίαν ὥρμησε καὶ τὰς Ἄλπεις ἤδη ʽὄρος δὲ ἐστι τοῦτο Γάλλους Ἰταλῶν διορίζον̓ ὑπερεβεβήκεσαν. ἔνθα δὴ πάσης ὁμοῦ τῆς Ἰταλίας ἐγένετο σύμπνοια καὶ συνεκροτήθη συμμαχικὸν εἰς ὀκτὼ μυριάδας, ὡς ὁ τῆς ἱστορίας συγγραφεὺς ἐξηγήσατο Φάβιος καὶ αὐτὸς τοῦ πολέμου κεκοινωνηκώς. ἀλλ̓οὐ δεηθεὶς τῶν συλλεγέντων ἐπικούρων Αἰμίλιος μετὰ τῆς αὑτοῦ στρατιᾶς κατειργάσατο τοὺς πολεμίους, ὥστε τεσσαράκοντα χιλιάδας πεσεῖν καὶ τὴν νίκην διὰ τοῦτο τῇ ψήφῳ τῆς πόλεως ἐθριάμβευσεν.

Ἐπὶ πλεῖστον δὲ ἡσυχάσαντες οἱ Γάλλοι πολλοῖς ὕστερον χρόνοις πάλιν ἤρξαντο πόλεμον ἐντὸς τῆς Ἰταλίας πρὸς τοὺς Ῥωμαίους: ὕπατοι δὲ ἦσαν Μάρκος Κλαύδιος Μάρκελλος καὶ Γνέος Κορνήλιος Σκηπίων: ἀλλ̓οὐκ εἰς μακρὰν κατελύθησαν. Μάρκελλος γὰρ ἵππον οὐ πολλὴν ἄγων νικᾷ τε αὐτοὺς μάχῃ καὶ τὸν βασιλέα Βουριδόμαρον αὐτοχειρὶ διεχρήσατο. ἐφεξῆς δὲ μετὰ τοῦ συνυπάτου τὸν πάντα κατορθώσας πόλεμον

51
καὶ τὴν Μεδιόλανον ἑλὼν πολύν τε συναγείρας χρημάτων ὄγκον ἐθριάμβευσεν ἐπὶ τῶν ὤμων τὰ λάφυρα φέρων τοῦ πεσόντος βασιλέως.

Μάρκου δὲ Μινουκίου Ῥούφου καὶ Πουβλίου Κορνηλίου τὴν ἀρχὴν ἐκδεξαμένων πρὸς Ἴστρους ἐγένετο πόλεμος, ἐπειδὴ τὸν Ῥωμαϊκὸν ἐλῄστευον στόλον: καὶ πάντες ὑπὸ Ῥωμαίοις ἐγένοντο. ὑπὸ δὲ τὸν αὐτὸν τοῦτον χρόνον δεύτερος ἐπῆλθε Ῥωμαίοις ἐξ Ἀφρικῆς πόλεμος Ἀννίβου Καρχηδονίοις στρατηγοῦντος, ὃς ἔτη γεγονὼς εἴκοσι τὴν Σάγουντον Ἱσπανία πόλιν Ῥωμαίοις ὑπόσπονδον οὖσαν ἐνεστήσατο πολιορκεῖν. καὶ συλλέξας στρατείαν εἰς τεσσαρεσκαίδεκα μυριάδας ἀνδρῶν εἴχετο τοῦ ἔργου. τοῦτο γνόντες οἱ Ῥωμαῖοι πρεσβείαν ἐπ̓αὐτὸν στέλλουσι προαγορεύοντες αὐτῷ τῆς πολιορκίας ἀπέχεσθαι. μὴ πεισθέντος δὲ πρεσβεύονται πρὸς Καρχηδονίους, ὥστε ἀποστῆσαι τὸν Ἀννίβαν τῆς κατὰ τῶν οἰκείων ἐφόδου. οἱ δὲ τὸ καθῆκον ὑπερβάντες θρασύτερον ἀπεκρίναντο. παρασυρομένου δὲ τοῦ χρόνου μετὰ πολλὴν τὴν προσεδρείαν λιμῷ νικηθέντες οἱ Σαγούντιοι σφᾶς αὐτοὺς ἐξέδωκαν καὶ μεγίστης ἐπειράθησαν ὠμότητος ἐνεκρίθη τοίνυν παρὰ Ῥωμαίοις πρὸς Ἄφρους πόλεμος, ὅτε σαφῶς ἀπεδείχθησαν παραβεβηκότες τὰς σπονδάς.

Καὶ Πούβλιος μὲν Κορνήλιος Σκηπίων μετὰ τοῦ στρατεύματος ἔδραμεν ἐπὶ τὰς Ἱσπανίας: Τιβέριος δὲ Σεμπρώνιος Γράκχος ἐπὶ τὴν Σικελίαν. ὁ τοίνυν Ἀννίβας καταλιπὼν ἐν Ἱσπανίαις τὸν ἀδελφὸν Ἀσδρούβαν ὑπερῆλθε τὸν Πυρρηναῖον καὶ τὰς καλουμένας Ἄλπεις αὐτῷ πρώτῳ γενομένας τότε βασίμους. εἵπετο δ̓αὐτῷ στρατιὰ εἰς τὴν Ἰταλίαν ἰόντι πεζῶν ὀκτὼ μυριάδες καὶ ἱππέων δέκα χιλιάδες ἐλέφαντές τε ἑπτὰ καὶ τριάκοντα. προϊὼν δὲ προσελάμβανεν, ὅσοις ἐντύχοι. Λίγουρες γοῦν καὶ Γάλλοι προσέθεντο. ταῦτα γνοὺς Σεμπρώνιος Γράκχος ἀπὸ τῆς Σικελίας μετέστησε τὴν στρατιὰν εἰς Ἀρίμινον.

53