Breviarium historiae romanae

Eutropius

Eutropius. Breviarium historiae romanae. Droysen, Hans, editor. Berlin: Weidmann, 1879.

Ταύτην οὐκ ἐδέξαντο τὴν συνθήκην οἱ Ῥωμαῖοι, ἀπεκρίναντο δὲ τοῖς πρέσβεσι σπονδὰς οὐδαμῶς ἔσεσθαι Πύρρῳ τε καὶ αὐτοῖς, εἰ μὴ πάσης τῆς Ἰταλίας ἐκχωρήσειε: μέγα τε μηδὲν ἡγεῖσθαι σφᾶς παρεσχηκέναι Πύρρον τὸ κατὰ τοὺς αἰχμαλώτους: τούτου δὲ εἶναι σημεῖον τὸ τοὺς ἀφεθέντας ἀτίμους εἶναι παῤ αὐτοῖς ὡς ἀναξίους τῆς Ῥωμαϊκῆς πολιτείας, δἰ ἄλλο μὲν οὐδέν, ὅτι δὲ πολεμοῦντες ληφθεῖεν. λύσιν τε αὐτοῖς οὐκ ἔσεσθαι τοῦ κακοῦ, πρὶν ἂν τῶν διεγνωσμένων ἀνδρῶν ἐκ τοῦ στρατεύματος τῶν πολεμίων λάφυρα κομίσοιεν. οὕτω μὲν οὖν ἐπανῆλθεν ἄπρακτος ἡ πρεσβεία. πυνθανομένῳ δὲ τῷ Πύρρῳ παρὰ τῶν πρέσβεων, οἵαν εὕροιεν τὴν πόλιν, φασὶ τὸν Κινέαν εἰπεῖν πατρίδα βασιλέων ἑωρακέναι: τοῦτο δηλοῦντα, ὡς οἱ τῆς πόλεως ἔνοικοι πάντες τοιοῦτοι τυγχάνουσιν, οἷος αὐτὸς ὁ Πύρρος κατὰ τὴν Ἤπειρον καὶ τὴν Ἑλλάδα πᾶσαν ὑπείληπται. ἐντεῦθεν ἐκστρατεύουσι πάλιν ἐπὶ τὸν Πύρρον ὑφ̓ ἡγεμόσιν ὑπάτοις Πουβλίῳ Σουλπικίῳ καὶ Δεκίῳ. καὶ γενομένης μάχης τιτρώσκεται Πύρρος καὶ τῶν ἐλεφάντων ἀναιρεῖται τὸ πλεῖστον πίπτουσί τε τῶν μετὰ Πύρρου χιλιάδες εἴκοσι, Ῥωμαίων δὲ πεντακισχίλιοι μόνοι. φεύγει τοίνυν ὁ Πύρρος ἐπὶ τὴν Τάραντα.

Καὶ διελθόντος ἐνιαυτοῦ μετὰ ταύτην τὴν μάχην Φαβρίκιος αὖθις ἐπιπέμπεται τῷ Πύρρῳ μετὰ στρατιᾶς, ᾧ τὸ τέταρτον τῆς βασιλείας ἦν ὑπεσχημένος. στρατοπεδευσάμενοι δὲ ἐκ τοῦ πλησίον αὐτός τε καὶ ὁ Πύρρος ἀνέμενον τὴν μάχην: μιᾷ δὲ

37
τῶν νυκτῶν ἰατρός τις τῷ Πύρρῳ συνὼν προσφεύγει τῷ Φαβρικίῳ ὑπισχνούμενος φαρμάκῳ τὸν Πύρρον ἀναιρήσειν, εἴ τις αὐτῷ τοῦ ἔργου τούτου καρπὸς γένοιτο. τοῦτον ὁ Φαβρίκιος δέσμιον ἐκπέμπει τῷ Πύρρῳ σημάνας ὡς οὔκ ἐστι Ῥωμαίων δόλῳ τοὺς ἐχθροὺς ἀλλ̓ ὅπλοις ἀναιρεῖν. τότε τὸν Φαβρίκιον ὑπεραγασθεὶς ὁ Πύρρος, οὗτός ἐστιν, ἔφη, Φαβρίκιος ὃν οὔκ ἐστιν ἀφελκυσθῆναι τοῦ πρέποντος ὥσπερ οὐδὲ τὸν ἥλιον τῆς αὐτοῦ φορᾶς. καὶ ταῦτα εἰπὼν ἐπὶ τὴν Σικελίαν ἀπεχώρησεν. Φαβρίκιος δὲ Λουκανούς τε καὶ Σαμνίτας ἑλὼν ὑπὲρ τῆς νίκης ἐθριάμβευσε. δέχονται δὲ τὴν ὑπατείαν Μάρκος Κούριος Δεντάτος καὶ Κορνήλιος Λέντουλος: εὐθὺς δὲ ἐπὶ τὸν Πύρρον ἐκστρατεύουσιν. ὁ τοίνυν Κούριος συνῆψε πρὸς αὐτὸν μάχην καὶ τὸ μὲν στράτευμα σχεδὸν ἅπαν ἀπώλεσε τοῦ Πύρρου, αὐτὸν δὲ ἡ Τάρας ὑπεδέξατο φεύγοντα καὶ γίνεται τῆς παρεμβολῆς τῶν πολεμίων ὁ Κούριος ἐγκρατής. ὁ δὲ τῶν πεσόντων πολεμίων ἀριθμὸς εἵκοσι τρεῖς ἦσαν χιλιάδες. οὗτος ὁ πόλεμος ἔδωκε τῷ Κουρίῳ θρίαμβον. ἐπισημότατός τε οὗτος ἐγένετο τῶν πώποτε, τεσσάρων ἐλεφάντων τότε πρῶτον ἐν τῇ Ῥώμῃ φανέντων. τούτων οὕτω πραχθέντων καὶ τὴν Τάραντα ἀπολιπὼν ὁ Πύρρος ἐπὶ τὸ Ἄργος ἐχώρησεν: ἔνθα τὸ τέλος τοῦ βίου ἐδέξατο πεσὼν ἐν πολέμῳ.

Ἐντεῦθεν Γάϊος Φάβιος Λικίννιος καὶ Γάϊος Κλαύδιος Κανίνας ὕπατοι χειροτονοῦνται τετρακοσιοστῷ καὶ ἑξηκοστῷ καὶ πρώτῳ τῆς Ῥώμης ἔτει. κατὰ τοῦτον τὸν ἐνιαυτὸν πρέσβεις ἀπὸ τῆς Ἀλεξανδρείας πεμφθέντες πρὸς τοῦ βασιλέως Πτολεμαίου κατέλαβον τὴν Ῥώμην αἰτούμενοι παῤ αὐτῶν εἰρήνην τε καὶ φιλίαν.

Ἐκδεξαμένων δὲ τὴν ὑπατείαν Κύντου Κυλληνίου καὶ Γαΐου Φαβίου Πίκτωρος Πικένται πόλεμον ἐκίνησαν. χρόνου δὲ διελθόντος οὐ πολλοῦ παρὰ τῶν ἑξῆς ὑπάτων Πουβλίου Σεμπρωνίου καὶ Ἀππίου Κλαυδίου κατεπολεμήθησαν, ὥστε καἰ θριάμβῳ γενέσθαι χώραν. τότε δὴ καὶ πόλεις παρὰ Ῥωμαίοις ᾠκοδομήθησαν Ἀρίμινός τε ἐν Γάλλοις καὶ Βενεβεντὸς ἐν Σαμνίῳ.

Μάρκου δὲ Ἀτιλίου Ῥηγούλου καὶ Λουκίου Ἰουνίου Λίβωνος ἐλθόντων ἐπὶ τὴν ἀρχήν, κατὰ Σαλεντίνων ἐδογματίσθη πόλεμος: ἡττήθησαν δὲ καὶ τῆς πόλεως ἐξέπεσαν

39
τῆς ἑαυτῶν καὶ μετὰ τούτων Βρουνδισηνοί. καθ̓ ὧν ἁπάντων οἱ νικήσαντες ἐθριάμβευσαν.

Τετρακοσιοστῷ δὲ καὶ ἑβδομηκοστῷ τῆς πόλεως ἐπὶ πολὺ λοιπὸν ἦν καὶ παρὰ πᾶσι λαμπρὸν τὸ τῆς Ῥώμης ὄνομα: οὔπω δὲ τῆς Ἰταλίας ἐκτὸς αὐτοῖς συνεκεκρότητο πόλεμος. τότε τοίνυν βουληθέντες τὸ τῶν πολιτῶν γνῶναι πλῆθος ἀπογραφὴν ἐποιήσαντο καὶ συνηριθμήθησαν ἀνδρῶν ἐννέα καὶ εἴκοσι μυριάδες καὶ δισχίλιοι διακόσιοι τριάκοντα τέσσαρες: καίτοι παρὰ πάντα τὸν ἔμπροσθεν χρόνον οὐδεμιᾶς γενομένης ἀνακωχῆς πολέμου. ἐν ταύτῃ τῇ δυνάμει τῆς πόλεως πρὸς Ἄφρους αὐτοῖς ὁ πρότερος κινεῖται πόλεμος, Ἀππίου Κλαυδίου καὶ Κύντου Φαβίου τὴν ὕπατον ἐχόντων ἀρχήν. γίνεται τοίνυν ἐν τῇ Σικελίᾳ συμπλοκή: καὶ νικήσας ὁ Κλαύδιος Ἄφρους τε καὶ τὸν βασιλέα Σικελίας Ἱέρωνα καθ̓ ἑκατέρων ἐθριάμβευσε.

Τῷ δὲ ἐξῆς ἐνιαυτῷ Οὐαλέριος Μάρκος καὶ Ὠτακίλιος Κράσος ὕπατοι μεγάλα κατὰ τὴν Σικελίαν εἰργάσαντο. Ταυρομένιον γὰρ καὶ Κατάνην καὶ πεντήκοντα πρὸς ταύταις ἑτέρας πόλεις τῇ Ῥωμαϊκῇ συνῆψαν ἀρχῇ. τρίτῳ δὲ ἔτει τοῦ πρὸς Ἄφρους πολέμου παρασκευῆς ἐπὶ τὸν βασιλέα γενομένης Ἱέρωνα φθάνει τὴν μάχην Ἱέρων καὶ μετὰ τῆς συγκλήτου τῆς ἐκ Συρακουσίων αἰτεῖ παρὰ τῶν Ῥωμαίων εἰρήνην ἐπὶ διακοσίοις ἀργυρίου ταλάντοις καὶ λαμβάνει. τρέπεται τοίνυν ἡ παρασκευὴ ἐπὶ τοὺς Ἄφρους καὶ ἡττῶνται: καὶ θριαμβεύει κατ̓ αὐτῶν ὁ νενικηκώς.

Ἔτει δὲ πέμπτῳ τοῦ προτέρου πρὸς Ἄφρους πολέμου, Γαΐου Δουελλίου καὶ Γνέου Κορνηλίου Ἀσιανοῦ κατεστηκότων ὑπάτων ἐναυμάχησαν Ῥωμαῖοι τοῦτο πρῶτον ἐν θαλάττῃ πολεμοῦντες: ναυσί τε ἐχρῶντο μακραῖς, ἃς αὐτοὶ μὲν ἐκάλουν ῥωστράτας ἀπὸ τοῦ τὰς πρώρας αὐτῶν ὀρνέων τινῶν μιμεῖσθαι ῥάμφη: λιβύρνα δὲ ἡ συνήθεια προσαγορεύει. κατὰ ταύτην δὲ τὴν ναυμαχίαν ἐξ ἀπάτης ὑπὸ τοῖς πολεμίοις ἐγένετο Κορνήλιος: κρατῶν γὰρ τοῖς ὅπλοις δόλῳ τῶν Ἄφρων ὡσανεὶ σπονδὰς αἰτούντων τῆς αὐτῶν ἐπιβὰς τριήρους συνελήφθη τε καὶ δεθεὶς ἀπήχθη. Δουέλλιος δὲ ἐπεξελθὼν τῇ μάχῃ νικᾷ τὸν στρατηγὸν τῶν πολεμίων μίαν τε καὶ τριάκοντα ναῦς αἱρεῖ, δέκα καὶ τέσσαρας ἑτέρας καταποντίσας: ἑπτὰ δὲ χιλιάδας αἰχμαλώτων ὑφ̓ ἑαυτὸν κατεστήσατο, τρεῖς δὲ διέφθειρε χιλιάδας σιδήρῳ τε καὶ τοῖς ὕδασιν νίκην τε κατεπράξαντο Ῥωμαῖοι, ἧς ἄλλην οὐχ ἡγήσαντο λαμπροτέραν οὐδ̓ αὖ χαριεστέραν, ἐπειδήπερ ὡμολογημένου τοῦ κατὰ γῆν κράτους κρείττους καὶ κατὰ θάλατταν ὤφθησαν, ἐν ᾗ πλεονεκτεῖν Ἄφροι τὸ πρὶν ἐνομίζοντο. Γαΐου δὲ Ἀκυλίου Φλώρου καὶ Λουκίου

41
Σκηπίωνος διαδεξαμένων τὴν ὑπατείαν Κορσίκη καὶ Σαρδὼ πάντα τρόπον πολιορκηθεῖσαι πολύ τε ἀποβαλοῦσαι πλῆθος ἀνδρῶν αἰχμαλώτων ὑπὸ τοῖς ὑπάτοις γενομένων ἀφορμὴ θριάμβου τοῖς νενικηκόσιν ἐγένοντο.