Breviarium historiae romanae

Eutropius

Eutropius. Breviarium historiae romanae. Droysen, Hans, editor. Berlin: Weidmann, 1879.

Τῷ δὲ ἑξῆς ἐνιαυτῷ κατὰ τὸ Ἄλγιδον ὄρος δωδεκάτῳ τῆς πόλεως σημείῳ ἐνεδρευθεὶς ὁ Ῥωμαϊκὸς στρατὸς συνεκλείσθη. χειροτονεῖται τοίνυν δικτάτωρ Λούκιος Κύντιος Κικιννάτος: ἐν γὰρ ταῖς μεγίσταις ἀνάγκαις ἐπὶ ταύτην ἐφέροντο τὴν ἀρχήν. ἀγρὸν δὲ ἔχων ὁ Κικιννάτος καὶ τοῦτον αὐτῷ σώματι γεωργῶν ἐφεστηκώς τε ἀρότρῳ παρέλαβε τὴν ἐξουσίαν: καὶ τὸν ἱδρῶτα τὸν ἀπὸ τῆς γηπονίας μεταβαλὼν ἐνέδυ τὸ σχῆμα, τραβέαν τόγαν αὐτὴν ὀνομάζουσιν, ἐκ τῆς ὁπλίσεως τῆς Ῥωμύλου μετενεχθεῖσαν εἰς φάρος. καὶ τοὺς πολεμίους ἀπολέσας ἠλευθέρωσε τὴν στρατιάν.

23

Τριακοσιοστῷ δὲ καὶ ἑνὶ μετὰ τὸν τῆς Ῥώμης συνοικισμὸν ἐνιαυτῷ τὸ τῶν ὑπάτων των μετεβάλετο εἰς ἑτέραν ἀρχὴν. ἀντὶ γὰρ τῶν ὑπάτων δέκα κατέστησαν, οἷς πᾶσα τῆς πόλεως ἐπετράπη διοίκησις. ἐκαλοῦντο δὲ οὗτοι δεκανδρικοί. ὀρθῶς δὲ διαγενόμενοι κατὰ τό πρῶτον ἔτος εἶτα μετεβλήθησαν. Ἄππιος γὰρ Κλαύδιος, εἷς ἐκ τῶν δέκα, Βεργινίου τινὸς θυγατέρα παρθένον, ὃς ἐν τῷ πολέμῳ κατὰ τὸ Ἄλγιδον ὄρος πρὸς Λατίνους ἐτύγχανεν ἀνδρειότατα μεμαχημένος, ἠβουλήθη διαφθεῖραι πρὸς βίαν: ἀλλ̓ ὁ πατὴρ αὐτὴν πρὸ τῆς ὕβρεως ἀνεῖλε. τοῦτο συνεκίνησε τὸν στρατόν, καὶ τοὺς δέκα τιμωρίᾳ παραδόντες καὶ αὐτὴν αὐτοῖς συνανεῖλον τὴν ἀρχήν.

Τῷ δὲ ἐξῆς ἐνιαυτῷ Φιδηνάται πρὸς τὴν Ῥώμην ἤραντο πόλεμον, συμμάχοις κεχρημένοι Βεείοις καὶ τῷ τούτων βασιλεῖ Τουλουμνίῳ. Βέειοι δὲ καὶ Φιδηνάται, καθάπερ ἐν τοῖς πρόσθεν εἴρηται, τῆς Ῥώμης ἐκ γειτόνων οἰκοῦσι, Φιδηνάται μὲν ἓξ κεχωρισμένοι σημείοις: Βέειοι δὲ ὀκτωκαίδεκα. συνεπῆλθον δὲ καὶ Βολούσκοι. τότε τοίνυν Μάμερκος Αἰμίλιος δικτάτωρ χειροτονηθεὶς καὶ λαβὼν ἄρχοντα τῶν ἱππέων Λούκιον Κυΐντιον Κικιννάτον τόν τε πόλεμον ἔλυσε καὶ τὸν βασιλέα Τολούμνιον ἀνεῖλε: Φιδῆναί τε ἡ πόλις ἑάλω καὶ κατεσκάφη.

Εἴκοσι δὲ ὕστερον ταύτης τῆς μάχης ἐνιαυτοῖς Βέειοι πάλιν ἐκίνησαν τὸν πόλεμον καὶ χειροτονεῖται κατ̓ αὐτῶν δικτάτωρ Φούριος Κάμιλλος, ὃς πρότερον μὲν αὐτοὺς κατεπολέμησε. μετὰ ταῦτα δὲ τὴν πόλιν περικαθίσας καὶ αὐτὴν εἷλεν, ἀρχαιοτάτην τε τῆς Ἰταλίας καὶ τοῖς πᾶσιν ἀφθονωτάτην. μετὰ ταύτην αἱρεῖ Φαλίσκους, πόλιν οὐχ ἥττω τῆς προτέρας. ἀλλ̓ἐπανέστη φθόνος ἐκ ταύτης αὐτῷ τῆς εὐημερίας, αἰτίαν τ̓ ἔσχεν, ὡς οὐ προσηκόντως διέλοι τῇ στρατιᾷ τὰ τοῦ πολέμου λάφυρα; κατεκρίθη τε καὶ ἀπεώσθη τῆς Ῥώμης. κατὰ δὲ τοῦτον τὸν χρόνον Γάλλοι Σένωνες ὥρμησαν ἐπὶ τὴν Ῥώμην καὶ γενομένης μάχης ἑνδεκάτῳ τῆς πόλεως σημείῳ παρὰ τὸν Ἄλλιον ποταμὸν ἐπεσῆλθον φεύγουσι τοῖς Ῥωμαίοις, οὐδενὸς ἀντάραντος, μέχρι τῆς πόλεως αὐτῆς: καταφεύγοντες δὲ. εἰς τὸ Καπετώλιον ἐκεῖ συνέσωζον ἑαυτούς. λιμοῦ δὲ λοιπὸν συνέχοντος αὐτούς, ἐφίσταται κάμνουσιν ὁ Φούριος Κάμιλλος ἐκτὸς τῆς πόλεως ἐκ τῆς

25
εἰρημένης κρίσεως διάγων. καὶ νικᾷ μὲν αὐτοὺς τῇ πρώτῃ συμπλοκῇ. ὡς δὲ οὐκ ἐξεχώρουν τοῦ ἄστεος, ὠνήσαντο Ῥωμαῖοι τὴν ἀναχώρησιν αὐτῶν χρυσίῳ. τοῦτο οὐκ ἤνεγκε μετρίως ὁ Κάμιλλος: παραχρῆμα δὲ ἐπεξελθὼν τῇ τῶν Γάλλων στρατιᾷ αὐτήν τε διέφθειρε καὶ τὸ δοθὲν ἀνέλαβε χρυσίον καὶ τὰ σημεῖα τὰ στρατιωτικά, ἅπερ ἦσαν ἐν τῇ προτέρᾳ μάχῃ παρὰ τῶν Ῥωμαίων ἀφῃρημένοι ʽσίγνα καλοῦσιν αὐτὰ Ῥωμαῖοἰ, πάντα ἀναλαβὼν τρίτον ἐν τῇ πατρίδι θρίαμβον ἐθριάμβευσεν ἐπεκλήθη τε δεύτερος Ῥωμύλος ὡς οἰκιστὴς καὶ αὐτὸς τῆς Ῥώμης γεγενημένος.

Ἔτει τριακοσιοστῷ καὶ ἑξηκοστῷ πέμπτῳ μετὰ τὸν τῆς Ῥώμης συνοικισμόν, πρώτῳ δὲ μετὰ τὴν ὑπὸ Γάλλοις γενομένην ἅλωσιν, ἐνηλλάγησαν αἰ δυναστεῖαι. ἀντὶ γὰρ τῶν ὑπάτων ἄρχοντες ἐγένοντο στρατιωτικοὶ τὴν τῶν ὑπάτων ἔχοντες δύναμιν. Ἐντεῦθεν καὶ τὰ τῆς Ῥώμης ηὐξήθη πράγματα. Κάμιλλος γὰρ Βολούσκων πόλιν ἑβδομήκοντα τοῖς πᾶσιν ἐνιαυτοῖς οὐκ ἀποσχομένην τοῦ κατὰ τῆς Ῥώμης πολέμου αὐτήν τε εἷλε καὶ πόλιν ἑτέραν Ἐτρούσκων καὶ Σουτρίνων ἄλλην. πάσας τε αὐτὰς ὑφ̓ ἑαυτὸν ποιησάμενος καὶ τοὺς πολεμίους διαχρησάμενος τρεῖς ἐπὶ τοῖς τρισὶν ἔθνεσιν ἐπετέλεσε θριάμβους.

Καὶ Τίτος δὲ Κύντιος Κικιννάτος Πραινεστίνους, οἳ μέχρι τῶν προπυλαίων αὐτῶν πολεμοῦντες ἐχώρησαν, ἄχρις Ἀλλίου ποταμοῦ διώξας νίκην τε ᾔρατο κατ̓ αὐτῶν καὶ πόλεις αὐτῶν ἑπτὰ τῇ Ῥώμῃ προσένειμε: καὶ αὐτοὺς δὲ τοὺς Πραινεστίνους παραδόντας ἑαυτοὺς ἐκτήσατο. πᾶν δὲ τοῦτο τὸ ἔργον εἴκοσιν ἐπετέλεσεν ταῖς πάσαις ἡμέραις καὶ ἐπὶ τούτοις ἐθριάμβευσεν.

Ἀλλ̓οὐκ ἐπὶ πολὺ διεγένετο τῶν στρατιωτικῶν ἀρχόντων ἡ δυναστεία: μικρῷ γὰρ ὕστερον κατελύθη καὶ σχεδὸν ἔξω πάσης ἀρχῆς ἡ Ῥώμη διετέλεσεν. εἶτα τῶν στρατιωτικῶν ἀρχόντων τινὲς καὶ μετὰ τὴν κατάλυσιν τῆς ἀρχῆς ἐβιάζοντο δύνασθαι καὶ τὸ κῦρος ἔχειν: ἀλλ̓ οὐχ ὑπὲρ τρεῖς ἐνιαυτοὺς τοῦτο ἐδυνήθησαν: ἐπανῆλθε γὰρ πρὸς τοὺς ὑπάτους ἡ ἐξουσία.

27

Λουκίου τοίνυν Γενουκίου καὶ Κύντου Σερβιλίου γενομένων ὑπάτων τελευτᾷ Κάμιλλος τιμαί τε αὐτῷ δεύτεραι μετὰ τὸν Ῥωμύλον ἐψηφίσθησαν.