Anametresis Pontou

Anonymous

Anonymous. Geographi graeci minores, Volume 1. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1855.

2. Ἀπὸ τοῦ Βυζαντίου εἰς τὸ Σωσθένιον στάδια ὀγδοήκοντα, μίλια δέκα καὶ ἥμισυ· ἀπὸ δὲ τοῦ Σωσθενίου εἰς τὸ Ἱερὸν στάδια τεσσαράκοντα, μίλια πέντε ἥμισυ· τὸ πᾶν μίλια δεκαέξ. Ἀπὸ δὲ τοῦ Ἱεροῦ Διὸς Οὐρίου ἤτοι στόματος τοῦ Πόντου ἕως τοῦ ἱεροῦ στόματος τοῦ Ἴστρου ποταμοῦ στάδια τρισχίλια ἑξακόσια τεσσαράκοντα, μίλια τετρακόσια ὀγδοήκοντα πέντε ἥμισυ.

425

3. Ἀπὸ δὲ τοῦ Ἱεροῦ Διὸς Οὐρίου ἕως Βορυσθένους ποταμοῦ τοῦ καὶ Δανάπρεως καλουμένου στάδια πεντακισχίλια ἑξακόσια, μίλια ἑπτακόσια τεσσαρακονταὲξ ἥμισυ. Ἀπὸ δὲ τοῦ Ἱεροῦ Διὸς Οὐρίου ἕως Πορθμίας πόλεως, τῆς ἐν τέλει τῆς Εὐρώπης τῶν τοῦ Πόντου μερῶν [τῆς ἐν τῷ στομίῳ] τῆς Μαιώτιδος λίμνης ἤτοι Βοσπόρου τοῦ Κιμμερίου καλουμένου, στάδια [μύρια] χίλια ἑκατόν, μίλια [χίλια] τετρακόσια ὀγδοήκοντα. Λέγεται δὲ τῆς Εὐρώπης τῆς Ποντικῆς ὁ περίπλους ἴσος εἶναι τῶ περίπλῳ τῶν τῆς Ἀσίας μερῶν.

4. Ἀπὸ δὲ τοῦ Ἱεροῦ Διὸς Οὐρίου ἕως Ἀμισοῦ στάδια τετρακισχίλια ἑξακόσια ἐξήκοντα, μίλια ἑξακόσια εἰκοσιὲν ἥμισυ. Ἀπὸ δὲ Ἀμισοῦ ἕως τοῦ Φάσεως ποταμοῦ στάδια τρισχίλια ὀκτακόσια δύο, μίλια πεντακόσια ἑπτά. Ἀπὸ δὲ τοῦ Φάσεως ποταμοῦ ἕως τοῦ στόματος τῆς Μαιώτιδος λίμνης [ἤτοι ἕως τῆς Ἀχιλλείου κώμης στάδια τετρακισχίλια εἴκοσι πέντε, μίλια πεντακόσια τριακονταὲξ ἥμισυ, ὡς γίνεσθαι ἀπὸ τοῦ Ἱεροῦ Διὸς Οὐρίου ἕως τοῦ στόματος τῆς Μαιώτιδος λίμνης] στάδια [μύρια δισ]χίλια τετρακόσια ὀγδοήκοντα ἑπτὰ, μίλια [χίλια] ἑξακόσια ἐξήκοντα πέντε ἥμισυ.

5. Ὁμοῦ γίνεται ὁ περίπλους τοῦ Εὐξείνου Πόντου, τῶν τε δεξιῶν τῶν τε παρὰ τὴν Ἀσίαν μερῶν τοῦ Πόντου, ἀριστερῶν δὲ τῶν παρὰ τὴν Εὐρώπην μερῶν τοῦ Πόντου, ἀπὸ τοῦ Ἱεροῦ [Διὸς Οὐρίου, στάδια δισμύρια τρισχίλια πεντακόσια ὀγδοήκοντα ἑπτὰ], μίλια τρισχίλια ἑκατὸν τεσσαράκοντα πέντε. Ἔστι δὲ καὶ ὁ περίπλους τῆς Μαιώτιδος λίμνης [στάδια ἐννακισχίλια]. μίλια χίλια διακόσια.

426

6. Περὶ τοῦ σταδίου. Τὸ στάδιον πήχεις ἔχει τετρακοσίους, πόδας ὀκτακοσίους, ὀργυιὰς ἑκατὸν τριάκοντα τρεῖς ἥμισυ.

7. Περὶ τοῦ μιλίου. Τὸ μίλιον ἔχει στάδια ἑπτὰ ἥμισυ, πήχεις τρισχιλίους, πόδας ἑξακισχιλίους.

8. Περὶ τοῦ ἐνιαυτοῦ. Ἅπας ἔχει ὥρας ὀκτακισχιλίας ἑπτακοσίας [ἐξήκοντα] ἓξ, ἡμέρας τριακοσίας ἑξήκοντα πέντε καὶ τέταρτον.