Res Gestae

Ammianus Marcellinus

Ammianus Marcellinus. Ammianus Marcellinus, with an English translation, Vols. I-III. Rolfe, John C., editor. Cambridge, MA; London: Harvard University Press; W. Heinemann, 1935-1940 (printing).

Ἥλιος φεὸς μέγας δεσπότης οὐρανοῦ. δεδώρημαί σοι βίον ἀπρόσκοπον. Ἀπόλλων κρατερὸς κύριος διαδήματος ἀνείκαστος, ὃς τῶν φεῶν ἀνδριάντας ἀνέθηκεν ἐν τῇδε τῇ βασιλείᾳ, δεσπότης Αἰγύπτου, καὶ ἐκόσμησεν Ἡλίου πόλιν ὁμοίως καὶ αυτὸν Ἥλιον δεσπότην οὐρανοῦ. συνετελεύτησεν ἔργον ἀγαθὸν Ἡλίου παῖς βασιλεὺς αἰωνόβιος.

ΤΡΙΤΟΣ ΣΤΙΧΟΣ

Ἥλιος θεὸς δεσπότης οὐρανοῦ Ῥαμέστῃ βασιλεῖ. δεδώρημαι τὸ κράτος καὶ τὴν κατὰ πάντων ἐξουσίαν. ὃν Ἀπόλλων φιλαλήθης δεσπότης χρόνων καὶ Ἥφαιστος ὁ τῶν φεῶν πατὴρ προέκρινεν διὰ τὸν Ἄρεα. βασιλεὺς παγχαρὴς Ἡλίου παῖς, καὶ ὑπὸ Ἡλίου φιλούμενος.

ΑΦΗΛΙΩΤΗΣ. ΠΡΩΤΟΣ ΣΤΙΧΟΣ

Ὁ ἀφ’ Ἡλίου πόλεως μέγας θεὸς ἐνουράνιος Ἀπόλλων κρατερός, Ἥρωνος υἱὸς, ὃν Ἥλιος ἠγάπησεν, ὃν οἱ θεοὶ ἐτιμησαν, ὁ πάσης γῆς βασιλεύων, ὃν Ἥλιος προέκρινεν, ὁ ἄλκιμος διὰ τὸν Ἀρεα βασιλεύς, ὅν Ἄμμων φιλεῖ. καὶ ὁ παμφεγγὴς συγκρίνας αἰώνιον βασιλέα et reliqua.

v1.p.332