Res Gestae

Ammianus Marcellinus

Ammianus Marcellinus. Ammianus Marcellinus, with an English translation, Vols. I-III. Rolfe, John C., editor. Cambridge, MA; London: Harvard University Press; W. Heinemann, 1935-1940 (printing).

Ἥλιος βασιλεῖ Ῥαμέστῃ· δεδώρημαί σοι ἀνὰ πᾶσαν οἰκουμένην μετὰ χαρᾶς βασιλεύειν, ὃν

v1.p.328
Ἥλιος φιλεῖ.— [καὶ] Ἀπόλλων κρατερὸς φιλαλήθης υἱὸς Ἥρωνος, θεογέννητος κτιστὴς τῆς οἰκουμένης, ὃν Ἥλιος προέκρινεν, ἄλκιμος Ἄρεως βασιλεὺς Ῥαμέστης. ᾧ πᾶσα ὑποτέτακται ἡ γῆ μετὰ ἀλκῆς καὶ θάρσους. βασιλεὺς Ῥαμέστης Ἡλίου παῖς αἰωνόβιος.

ΣΤΙΧΟΣ ΔΕΥΤΕΡΟΣ

Ἀπόλλων κρατερός, ὁ ἑστὼς ἐπ’ ἀληθείας, δεσπότης διαδήματος, τὴν Αἴγυπτον δοξάσας κεκτημένος, ὁ ἀγλαοποιήσας Ἡλίου πόλιν, καὶ κτίσας τὴν λοιπὴν οἰκουμένην, καὶ πολυτιμήσας τοὺς ἐν Ἡλίου πόλει θεοὺς ἀνιδρυμένους, ὃν Ἥλιος φιλεῖ.

ΤΡΙΤΟΣ ΣΤΙΧΟΣ

Ἀπόλλων κρατερὸς Ἡλίου παῖς παμφεγγὴς, ὃν Ἥλιος προέκρινεν καὶ Ἄρης ἄλκιμος ἐδωρήσατο. οὗ τὰ ἀγαθὰ ἐν παντὶ διαμένει καιρῷ. ὃν Ἄμμων ἀγαπᾷ, πληρώσας τὸν νέων τοῦ φοίνικος ἀγαθῶν. ᾧ οἱ θεοὶ ζωῆς χρόνον ἐδωρήσαντο.

Ἀπόλλων κρατερὸς υἱὸς Ἥρωνος βασιλεὺς οἰκουμένης Ῥαμέστης, ὃς ἐφύλαξεν Αἴγυπτον τοὺς ἀλλοεθνεῖς νικήσας, ὃν Ἥλιος φιλεῖ, ᾧ πολὺν χρόνον ζωῆς ἐδωρήσαντο θεοὶ. δεσπότης οἰκουμένης Ῥαμέστης αἰωνόβιος.

v1.p.330

ΛΙΒΟΣ ΣΤΙΧΟΣ ΔΕΓΤΕΡΟΣ