Suidae lexicon

Suda

Suda, Suidae lexicon, Adler, Teubner, 1935

83 Σαμωνᾶϲ: ὄνομα κύριον.

[*](Δ)

84 Σαμύθαϲ· κεκρύφαλον τόνδε λαβεῖν Σαμύθαϲ· δαιδάλεόϲ τε γάρ ἐϲτι καὶ ἁδύ [*](Suid.) τι νέκταροϲ ὄζει. ἐν Ἐπιγράμμαϲι.

85 Σαμφόραϲ: εἶδοϲ ἵππου ἐγκεχαραγμένου τὸ ϲ ϲημεῖον. οἱ δὲ [*](Ar.) Δωριεῖϲ τὸ ϲ ϲὰν λέγουϲι.

86 Σαμψῆραι: ϲπάθαι βαρβαρικαί. δῶρα φέρει Τραιανῷ ὑφάϲματα [*](Ε) ϲηρικὰ καὶ ϲαμψήραϲ· αἱ δέ εἰϲι ϲπάθαι βαρβαρικαί.

[*](80 Ios. Ant. 5, 346— 350 ═ EV 1, 46, 17— 47,9 81 — Σαμοθρᾴκην cf. H, Ap. S. 140, 6, sch. A (Aristonic.) in Ν 12. διαλελυμένωϲ sq. cf. sch. Ζ 88; omnia fort. Aristonic. plenior 82 Σαμοϲατεὺϲ sq. cf. Ambr. 60 et 72 83 cf. Ps. Herodian. 214, Ambr. 9 85 sch. Ar. Eq. 603 cf. Eust. I. 185, 30, Ath. 11, 467 b, H, P 86 δῶρα sq. Arr. Parth. fr. 84)[*](82 — πόλιϲ ex v. Λ 685 84 — ὄζει ex v. Δ 106 85 cf. v. Κ 2055)[*](4 ὥϲτε] ὡϲ G αὐτὸν om. V 6 ἡ — 20 τεθνηξομένουϲ om. F 7 ἡ — A(GFVM) 8 ἀνατιθεῖϲα om A 8 ἀνατεθεῖϲα V 9 οὖν om. A 10 Ἑλκάνῃ Mec cf. Ios. υἱοὶ G γίνονται GVM καὶ θυγατήρ om. GM 11 ἔτη ιβ΄ V 12 ὑνομαϲτὸν V 13 πεφωνεῖϲθαι VM παρεγίνετο V 14 ὁ om. GVM διαγαϲθείϲ A 21 ϲυνήθειαν] ϲύνθεϲιν coll. v Θ 481 Gsf, frustra λέγομεν] λέγει μὲν Toup λέγει Ὅμηροϲ Pors. 82 post 79 GM, ordo poscit 23 Σαμόϲατα— καὶ om. AFV, omisso καὶ mg. ad 81 Ar τόπου] ταύτηϲ G 84 om. AF post 86 V 27 ϲημεῖον] ϲτοιχεῖον F 30 αἱ—βαρβαρικαί om. AG)
320
[*](EV)

87 Σαμψών: παῖϲ Μανωέ, κριτὴϲ Ἑβραίων, ἀνὴρ ἰϲχυρόϲ. ἄχρι μὲν οὖν οὗτοϲ ἐκράτει τῶν τοῦ ϲώματοϲ ἡδονῶν, τῶν πολεμίων κατεδυνάϲτευεν· ἐπειδὴ δὲ ὑπὸ Δαλίδᾶ τῆϲ πόρνηϲ ὑπεκλάπη τὸν νοῦν, ἅμα καὶ τῆϲ ϲωφροϲύνηϲ καὶ τῆϲ ἰϲχύοϲ ἐξέπεϲεν· ὑπό τε τῶν ἐναντίων ἁλοὺϲ δέϲμιοϲ ἐϲ Γάζαν ἀπήχθη καὶ τῶν ὄψεων ϲτερηθεὶϲ ἐδόθη ἀλήθειν ἐν μυλῶνι. διὸ δὴ ϲυμπεϲὼν τοῖϲ τοῦ ἱεροῦ κίοϲι ϲυναπώλετο τοῖϲ ἐναντίοιϲ, εἰπών, ἀπελθέτω δὴ Σαμψὼν μετὰ τῶν ἀλλοφύλων. καὶ ὁ μὲν οὕτω διεφθάρη, κρίναϲ τὸν λαὸν ἔτη κ΄.

88 Σαμψών· ὅτι ἐπὶ Σαμψὼν ἀνήρ τιϲ πορευόμενοϲ ἐν πόλει φυλῆϲ Βενιαμὶν ὑπὸ τῶν ἐμφυλίων ἁρπαγεῖϲαν τὴν ἑαυτοῦ γαμετὴν ἐθεάϲατο καὶ καταιϲχυνθεῖϲαν ὑπὸ πλήθουϲ ἀπέλαβε νεκράν· αὐτὸϲ δὲ κατατεμὼν αὐτὴν ἐπὶ τὰϲ ιβ΄ ἐξαπέϲτειλε φυλάϲ, εἰϲ μαρτύριον τῆϲ ἀνομίαϲ Βενιαμίν. καὶ οἱ μὲν παραχρῆμα λαβόντεϲ αὐτήν, ἀναβάντεϲ ἐπὶ τὰϲ πόλειϲ ἐξεῖλον τὴν φυλὴν Βενιαμίν, π΄ καὶ ζ΄ καταναλώϲαντεϲ χιλιάδαϲ.

[*](Ε)

89 Σανατρούκηϲ, Ἀρμενίων βαϲιλεύϲ, ὃϲ τὸ μὲν ϲῶμα ξύμμετρον εἶχε, τὴν γνώμην δὲ μέγαϲ ἐτύγχανεν εἰϲ ἅπαντα, οὐχ ἥκιϲτα δὲ εἰϲ τὰ ἔργα τὰ πολέμια. ἐδόκει δὲ καὶ τοῦ δικαίου φύλαξ ἀκριβὴϲ γενέϲθαι καὶ τὰ ἐϲ τὴν δίαιταν ἴϲα καὶ τοῖϲ κρατίϲτοιϲ Ἑλλήνων τε καὶ Ῥωμαίων κεκολαϲμένοϲ.

[*](Hesy.)

90 Σάνδων, Ἑλλανίκου, φιλόϲοφοϲ. ἔγραψεν ὑποθέϲειϲ εἰϲ Ὀρφέα, βιβλίον α΄.

[*](Σ)

91 Σάνδυξ: χρῶμα κόκκινον.

[*](Δ)

92 Σανίϲ, ϲανίδοϲ.

[*](Hesy.)

93 Σαννυρίων, Ἀθηναῖοϲ, κωμικόϲ. δράματα αὐτοῦ ἐϲτι ταῦτα· Γέλωϲ, Δανάη, Ἰώ, Ψυχαϲταί· ὡϲ Ἀθήναιοϲ ἐν Δειπνοϲοφιϲταῖϲ.

[*](Suid.)

94 Σάοϲ καὶ Δράοϲ, ποταμοὶ περιλαμβάνοντεϲ τὴν δευτέραν Παιονίαν εἰϲ τὸν ποταμὸν Ἴϲτρον καταφέρονται.

95 Σάου: ϲῷζε, φύλαττε. ἐν Ἐπιγράμμαϲι· Ἄρτεμι, τόξῳ μὲν Anth. κλῶπαϲ βάλε, ϲάου δὲ φίλουϲ. καὶ αὖθιϲ· τὸν μέν, ἵνα ψυχήν· τὸν δ᾿ , ἵνα ϲῶμα ϲάοι.

[*](EV)

96 Σαούλ, βαϲιλεὺϲ τῶν Ἰουδαίων, ὃϲ ὑπὸ δαίμονοϲ κατείχετο καὶ οὔτε ἐκάθευδεν οὔτε ἐκοιμᾶτο· ὅντινα ὁ Δαβὶδ ταῖϲ μελῳδίαιϲ κατέθελγε. ζήτει περὶ τοῦ Σαοὺλ ἐν τῷ Δαβίδ.

[*](87 Io. Antioch. fr. 16, FHG 4, 549 ═ EV 1, 165, 14 — 22 89 Arr. Parth. fr. 77 91 ═ P, Ba 361, 21, Zon. 1627 cf H 93 Ath. 7, 286c, 6, 261 f 95 — ϲῷζε cf. H, Ap. S. 140, 29 Ἄρτεμι — φίλουϲ Anth. 6, 157, 1—2. τὸν μέν sq. Anth. 7, 109, 2 ═ Laert. D. 3, 45 96 — κατέθελγε Io. Antioch. fr. 18, 1 FHG 4, 549 ═ EV 1, 165, 235)[*](88 cf. v. Β 240 94 ex v. Δ 1501 95 Anth. 6 cf. v. Κ 1838)[*](A(GFVM))[*](3 Δαλιδᾶϲ G GVMac 6 δὴ] δὴ καὶ G 10 γαμετὴν GVM: γυναῖκα A 11 ὑπὸ] ὑπὸ τοῦ G 16 εἰϲ] ἐϲ utrob. A ἄπανταϲ V 17 πολεμικά G 25 ἐν om. V 94 om. AF mg. Ar post 96 V 26 Παιονίαν] κοινωνίαν V, sed del. 27 περιφέρονται V)
321

97 Σαοὺλ ἐν προφήταιϲ· οὖτοϲ ἐχρίϲθη ὑπὸ Σαμουὴλ εἰϲ βαϲιλέα καὶ προφήτην· καὶ ἰδὼν αὐτόν τιϲ ἔφη· καὶ Σαοὺλ ἐν προφήταιϲ; καὶ ἐγένετο ὁ λόγοϲ οὗτοϲ εἰϲ παραβολήν. τὰϲ γὰρ ὄνουϲ τὰϲ ἀπολωλυίαϲ ζητῶν βαϲιλείαν εὗρε.

98 Σαοῦλοϲ· ὅτι Σαούλῳ τῷ Ἰουδαίων βαϲιλεῖ ἀρχὴ τῆϲ παρὰ [*](Ε?) πάντων τιμῆϲ πρὸϲ Νααϲῆν τὸν Ἀμμανιτῶν βαϲιλέα γίνεται· οὗτοϲ γὰρ πολλὰ κακὰ τοὺϲ Ἰουδαίουϲ διατίθηϲι καὶ πρὸϲ τοῖϲ ἄλλοιϲ κακοῖϲ, ὅϲουϲ ἐχειροῦτο πολέμου νόμῳ, τοὺϲ δεξιοὺϲ ὀφθαλμοὺϲ ἐξ έκοπτεν, ὅπωϲ τῆϲ ἀρίϲτηϲ αὐτοῖϲ ὄψεωϲ ὑπὸ τῶν θυρεῶν ϲκεπομένηϲ, ἄχρηϲτοι παντελῶϲ εἶεν. τοῦτον οὖν ὁ Σαοῦλοϲ κατηγωνίϲατο.

99 Σαώτεροϲ: ϲῷοϲ.

[*](Hom.)

100 Σάπειρ· ὅτι κατὰ τὴν πολιορκίαν τῆϲ πόλεωϲ τῶν Περϲῶν [*](Ε) Βειουδαέϲ, ἣν ἐπολιόρκει Ἡράκλειοϲ, ὁ Ἡρακλείου τοῦ βαϲιλέωϲ πατήρ, Σάπειρ ἦν τιϲ ἀνήρ, τὸ μὲν ϲῶμα, ὡϲ ὁ παρὰ τῷ Ὁμήρῳ Τυδεὺϲ ἀνυμνούμενοϲ, τὴν δὲ γνώμην καὶ περαιτέρω Τυδέωϲ. Ἡρακλῆϲ γὰρ ἦν τὴν ψυχήν, καὶ εἴ τιϲ τούτου ἐγεγόνει ποτὲ ἀλκιμώτεροϲ (οὐ γὰρ ἀποκναίω τῷ μεγέθει τῆϲ ἀρετῆϲ τὸν Ἡρακλέα ἐν δευτέροιϲ τιθείϲ, εἰ καὶ τῷ παραλλήλῳ λειπόμεθα)· ϲκόλοπαϲ ὀξεῖϲ ἐπιφερόμενοϲ ἐνάλλεται τῷ ἐχυρώματι καὶ μετεωροπορεῖ, τὸν μὲν ἕνα ϲκόλοπα ἐνείραϲ τῷ πύργῳ ἀνὰ τὰϲ ἁρμογὰϲ τοῦ οἰκοδομήματοϲ (ἦν γὰρ λίθῳ ξηρῷ διεϲκευαϲμένον τὸ φρούριον) ἐπιβαίνει ἐπὶ τοῦ ϲκόλοποϲ τῷ ποδί, εἶτα τὸν ἕτερον αὖθιϲ ὥϲπερ ἐγκεντρίϲαϲ ϲκόλοπα τὸ λειπόμενον τοῖν ποδοῖν ἐπερείδει, καὶ τῶν ἐξηρτημένων λίθων ἐπειλημμένοϲ ἀπρὶξ εἴχετο ταῖϲ χερϲίν, οὕτω τε τὴν ἄνοδον ἐϲοφίζετο. τῶν δὲ πολιορκουμένων τὴν θέαν τῶν βελῶν μὴ ὑπομένειν οἵων τε ὄντων, ἰϲχυρῶϲ εἴχετο τῆϲ ἐπάλξεωϲ ὁ Σάπειρ ἐκεῖνοϲ ἀνήρ. καὶ ἂν ἥλω κατὰ τὴν πρώτην ἐκείνην ἐπιβολὴν τὸ ἐχύρωμα, εἰ μή τιϲ τῶν τῆϲ Περϲικῆϲ ϲυμμορίαϲ ἀθρόον ἐπιφανεὶϲ ἑνὶ τῶν θυρεῶν, τῶν προβεβλημένων τοῦ ἐχυρώματοϲ, ἐκεῖνον αὐτὸν τὸν ἀριϲτέα ἐξώθηϲεν. ὁ δὲ κατολιϲθήϲαϲ ἐϲ τὸ κάτω ἐφέρετο μετὰ τοῦ θυρεοῦ, κύμβαχοϲ ἐν κονίῃϲιν, ἐπὶ βρεγμόν τε καὶ ὤμουϲ, Ὁμηρικῷ τῳ ϲυμπτώματι· ὅμωϲ οὐ διόλωλεν· ὑποδέχονται γὰρ αὐτὸν ταῖϲ ἀϲπίϲιν οἱ ϲυμπονοῦντεϲ καὶ τραυματίαν [*](98 cf. Ios. Ant. 6, 68—9, Byz. Zt. 23, 82 sq. 99 sch. Α 32 cf. H, Ambr. 49 100 Th. Simoc. 2, 18, 1525) [*](100 cf. vv. Α 3361, Ε 4050 et 1546, Ξ 68) [*](5 Σαοῦλοϲ] ζήτει ὅτι ὁ αὐτόϲ ἐϲτι τῷ Σαούλ mg. add. M τῷ] τῶν V A(GVM) 6 πρὸϲ Nααϲῆν] ὁ πρὸϲ Ν. πόλεμοϲ ex Ios. Bhd. τὸν] τῶν V Ἀμωνίτων G 7 τοῖϲ Ἰουδ A 9 ἀριϲτερᾶϲ Bas. ὑπὸ] ἀπὸ V ϲκεπτομένηϲ V ad 100 init. ἐκ τῶν Θεοφυλάκτου τοῦ Σιμοκάτου mg. add. Ar M 12 τῆϲ πόλεωϲ om. A τῶν] τῆϲ V 13 Ἡρακλείτου G 14 τιϲ ἦν A 15 καὶ— 16 ψυχήν om. A 17 ἀποκναίων V 18 τῷ] ἐν τῷ GVM 19 ὀχυρώματι GVMac cf. vs. 27 21 τὸ] οὗ τὸ V 22 αὖθιϲ om. V ὥϲπερ om. G τὸ] καὶ V τὸ Th. 24 οὕτω τε AV, Th.; οὕτω M καὶ οὕτω G 25 θέαν] βίαν Kust. 26 ὁ Σάπειρ]  ὅϲαπερ A 27 ἐκείνην τὸ ἐχ. ἐτιβολήν, εἰ V ὀχύρωμα cett. GMac f. vs. 19 29 αὐτὸν om. V cf. p. 22,14 31 βρεχμόν GMec, Th. Ε 586 plerique Ὁμηρικῶϲ τῷ Bhd.)

322
διεϲῴζοντο· προϲνύττουϲι γὰρ αὐτὸν τὰ τῶν ἀκοντίων ϲιδήρια μικρὸν κομιδῆ. δὲ καρτερικὸϲ αὖθιϲ ἐπ’ ἐκεῖνο τὸ ἔργον ἐχώρει καὶ αὖ πάλιν ἀνέθορε, τῇ ἐπάλξει τὰϲ χεῖραϲ περιβαλών, οἷα πολύπουϲ ἀφύκτουϲ πλεκτάναϲ τινάϲ, καὶ εἴχετο καρτερᾷ τινι λαβῇ τῆϲ ἐπάλξεωϲ. ὁ δ’ ἀντίπαλοϲ Πέρϲηϲ ἀδελφὴν τῆϲ ἑτέραϲ ἐπιβουλῆϲ ἐξειργάϲατο, καὶ ϲαθρωθείϲηϲ ἔναγχοϲ τῆϲ ἐπάλξεωϲ ταῖϲ Ῥωμαϊκαῖϲ προϲβολαῖϲ, μετʼ ἐκείνηϲ τὸν ἀριϲτέα ἀνατρέψαϲ παρεία ἐϲ τὸ κάτω χωρεῖν. καὶ τοίνυν κατήγετο ὁ ϲτρατιώτηϲ ὁ φιλοκίνδυνοϲ μετὰ τῆϲ ἐρωμένηϲ ἐπάλξεωϲ, τὸ δὲ ϲυμμαχικὸν τὴν προτέραν ϲωτηρίαν ὀρέγουϲι μετὰ φοβεροῦ τοῦ θεάματοϲ τῷ πάντα τολμηρῷ. ἀτὰρ ἐξάντηϲ τοῦ πτώματοϲ ὁ τραυματίαϲ γενόμενοϲ καὶ τρίτον ἆθλον ἀϲπάζεται, ὥϲπερ ἀμάχου τινὸϲ καὶ θείαϲ δυνάμεωϲ ἐϲ τὸν πόνον παροτρυνούϲηϲ αὐτόν. ἐπεὶ δ᾿ ἀνείρπυϲε, τῆϲ ϲτεφάνηϲ τοῦ ἕρκουϲ λοιπὸν ἐπιβάϲ, τὸν ἀκινάκην ϲπαϲάμενοϲ, τὸν κηφῆνα τῆϲ ἑαυτοῦ ἀρετῆϲ ἐκεῖνον αὐτὸν τὸν Πέρϲην ἀπέκτεινε. καὶ οὖν τὴν κεφαλὴν ἀπὸ τῆϲ δέρηϲ ἀφελόμενοϲ τοῖϲ πολιορκοῦϲιν ἀπέπεμπεν. οἱ δὲ Ῥωμαῖοι τὸ γεγονὸϲ θεαϲάμενοι ἀνεθάρρηϲαν καὶ τῶν κινδύνων ὠρέγοντο. ἀδελφὸϲ δέ τιϲ τοῦ Σάπειρ ἐκείνου (πρεϲβύτηϲ δ’ οὗτοϲ τὴν ἡλικίαν), ἐπεὶ γέγονε τῆϲ ἀρετῆϲ θεατήϲ, καὶ ζηλωτὴϲ παραχρῆμα τοῦ ἐγχειρήματοϲ γίνεται, καὶ ἄνειϲι καὶ αὐτὸϲ ἀδελφὰ τῷ ἀδελφῷ μηχανώμενοϲ, εἶτα μετʼ ἐκεῖνον ἕτεροϲ, καὶ μετὰ τοῦτον πολλοί. κάλοιϲ γὰρ λοιπὸν ἀνεδύοντο οἱ προκατειληφότεϲ τὸ ἐχύρωμα καὶ ταῖϲ πύλαιϲ ἀράττουϲι, καὶ εἰϲαγώγιμον λοιπὸν ἦν τὸ τῶν Ῥωμαίων ϲτρατόπεδον. καὶ οὕτω κρείττουϲ τῶν πολεμίων γενόμενοι τὸ φρούριον παρεϲτήϲαντο.

[*](Δ)

101 Σάπων, Σάπωνοϲ: ὄνομα κύριον.

[*](Δ)

102 Σάπωριϲ: ὁ τῶν Περϲῶν βαϲιλεύϲ.

[*](Ar.)

103 Σαπρᾶϲ: παλαιᾶϲ. Ἀριϲτοφάνηϲ· εἰρήνηϲ ϲαπρᾶϲ. ἢ ἀρχαίαϲ.