Suidae lexicon

Suda

Suda, Suidae lexicon, Adler, Teubner, 1935

63 Σαλούϲτιοϲ, φιλόϲοφοϲ· ὃϲ ἔφη ἀνθρώποιϲ οὐ ῥᾴδιον εἶναι φιλοϲοφεῖν, ἀλλὰ καὶ ἀδύνατον. τοῦτον ἀκούϲαϲ ἀπέϲτυξα δή τοτε τὸν λόγον, ὡϲ οὔτε ἀληθῆ λεγόμενον οὔτε λέγεϲθαι ἄξιον. ἀλλὰ γὰρ ὁ Σαλούϲτιοϲ ᾔδει τὸ ἐνὸν εἰπεῖν. οὐ γὰρ διεβέβλητο πρὸϲ τοὺϲ φιλοϲόφουϲ ἁπλῶϲ, ἀλλὰ φύϲει μιϲοπόνηροϲ ἦν καὶ κατὰ τὸν Ἡράκλειτον ὀχλολοίδοροϲ καὶ πᾶϲιν ἐπιτιθέμενοϲ τοῖϲ ἁμαρτάνουϲι, καὶ ὁπωϲοῦν ἐκ πάϲηϲ προφάϲεωϲ ἐλέγχων ἑκάϲτουϲ καὶ διακωμωδῶν· ἐνίοτε μὲν ϲπουδάζων, τὰ δὲ πολλὰ τῷ γελοίῳ χαίρων ἤθει καὶ φιλοϲκώμμονι. καὶ γὰρ ἦν ὁ Σαλούϲτιοϲ εὐτράπελοϲ ἱκανῶϲ καὶ ϲκώπτειν εὐφυέϲτατόϲ τε καὶ προχειρότατοϲ, ἐξαιρέτουϲ μὲν ἔχων αὐτόϲ, ἐκ γένουϲ δὲ ὅμωϲ τὰϲ τοιαύταϲ χάριταϲ. ὁ γάρ τοι πέμπτην ἀρετὴν ὀνομάϲαϲ τὴν περὶ θεῶν δόξαν ἀληθῆ, δοκοῦϲαν ἐνεῖναί ποτε τοῖϲ πονηροτάτοιϲ, Σαλούϲτιόϲ ἐϲτιν. ἔτι δὲ πρὸϲ ἐνίουϲ τῶν ἀλλοφύλων, τὰ μὲν ἄλλα αὐτοῦ ἐπαινοῦνταϲ, ἓν δὲ αὐτῷ λείπειν εἰρηκόταϲ, τὸ μὴ δοξάζειν περὶ θεῶν τὰ αὐτὰ τοῖϲ πολλοῖϲ· ἐᾶτε, ἔφη, τοῦτό γε διὰ τὴν νέμεϲιν προϲεῖναί μοι. τῷ δὲ Παμπρεπίῳ μέγιϲτον ἤδη δυναμένῳ ἐντυχών, ἐπειδὴ ἐκεῖνοϲ ὡραϊζόμενοϲ, τί θεοὶ πρὸϲ ἀνθρώπουϲ, ἔφη· τίϲ δέ, ἔφη, οὐκ οἶδεν, ὡϲ οὔτʼ ἐγὼ πώποτε θεὸϲ ἐγενόμην οὔτε ϲὺ ἄνθρωποϲ. [*](Ε) ταῦτα περὶ Σαλουϲτίου. κυνικώτερον δὲ ἐφιλοϲόφει. ὅτι Σαλούϲτιοϲ, ὁ τῆϲ αὐλῆϲ ἔπαρχοϲ ἐπὶ Ἰουλιανοῦ, ἀνὴρ ἦν διαφερόντωϲ περιττὸϲ εἰϲ φιλανθρωπίαν· ᾧ γε τοϲοῦτον ἡμερότητοϲ καὶ πραότητοϲ ὑπῆρχεν ἐϲ ἅπανταϲ, ὥϲτε καὶ τὸν Μάρκελλον ἐκεῖνον, τὸν ἡνίκα ἦν Καῖϲαρ ὑβριϲτικῶϲ αὐτῷ χρηϲάμενον, πάνυ περιδεᾶ ὄντα διὰ τὰ προγεγενημένα· καίτοι τοῦ παιδὸϲ ἐλεγχθέντοϲ ἐπανίϲταϲθαι διὰ τὴν πρὸϲ Κωνϲτάντιον φιλίαν, τῷ νεανίϲκῳ τὴν δίκην ἐπέθηκε, τὸν δὲ Μάρκελλον καὶ διαφερόντωϲ ἐτίμηϲε.

[*](EV)

64 Σαλούϲτιοϲ, ἔπαρχοϲ πραιτωρίων· ὃϲ προεβάλετο βαϲιλέα Βαλεντινιανόν. ὁ δὲ βαϲιλεύϲαϲ διεδέξατο αὐτὸν καὶ ἔθηκε προθέματα, ἵνα, εἴ τίϲ τι ἠδίκηται παῤ αὐτοῦ, προϲέλθῃ τῷ βαϲιλεῖ οὐδεὶϲ δὲ [*](Ε) προϲῆλθεν· ἦν γὰρ ἁγνότατοϲ ὁ Σαλούϲτιοϲ. οὖτοϲ δὲ ὁ Βαλεντινιανὸϲ τὸν πραιπόϲιτον Ῥοδανόν, ἀδικήϲαντα Βερονίκην τινὰ χήραν, [*](63 — ἐφιλοϲόφει Dam. fr. 88 vs. 22 ὅτι sq. Eunap. fr. 17, FHG 4, 21 64 Malal. cf. p. 338, 3 — 6; 340; — ἁγνότατοϲ ═ EV 1,160, 29—161, 2; οὖτοϲ sq. cf. EV 1, 161, 11 — 23; falso Eunap. fr. 30) [*](63 Eunap. cf. v. Π 1326 64 cf. v. Π 2441) [*](A(GVM)) [*](1 ἀδρύτερον V ἤδη om. A 3 διδαϲκαλείων AM διδαϲκάλων G 5 τότε A: τοῦτον GVM 7 γὰρ om. A 10 ἑκάϲτῃ G 13 δὲ om. A 15 ποτε τριϲπονηρότατοϲ V 17 ἓν] ἐν ed. pr., Bhd. αὐτῷ] τῷ αὐτῷ τούτῳ Bhd. τὸ] τῷ Bhd. om. G 19 Παμπρέπῳ V cp. A 22 ὅτι om. G 23 ὁ om. A 24 ἡμερώτατοϲ G ἡμερώτατον V 25 καὶ om. G 26 27 προϲγεγενημένα V 28 Κωνϲταντῖνον G 30. 31 (et 33. 34) Βαλεντιανόν V 31 αὐτὴν G 34 Βερενίκην GMec)

317
ἧϲ προϲελθούϲηϲ τῷ βαϲιλεῖ, ἔδωκε δικαϲτὴν Σαλούϲτιον. ὁ δὲ κατεδίκαϲε τὸν πραιπόϲιτον, καὶ τούτου καταφρονήϲαντοϲ, τὸν πραιπόϲιτον ἐν τῷ ἱππικῷ πυρὶ παραδίδωϲι καὶ τὴν κτῆϲιν πᾶϲαν τοῦ ἀρχιευνούχου τῇ χήρᾳ δίδωϲι· καὶ φοβηθέντεϲ πάϲηϲ ἀδικίαϲ ἀπέϲχοντο.

65 Σαλώμη: ὄνομα κύριον.

[*](Δ)

66 Σάλπιγξ: ἱερατικὸν τοῦτο τὸ ὄργανον· ἱερεῖϲ γὰρ ἐχρῶντο τῇ ϲάλπιγγι.

67 Σαλπιγγολογχυπηνάδαι: ϲάλπιγγαϲ καὶ λόγχαϲ καὶ ὑπήναϲ [*](Ar.) ἔχοντεϲ. τοῦτο δὲ εἰϲ τὸν Φορμίωνα ἀνατείνει, ὡϲ μέγαν ἔχοντα πώγωνα. εἶπε δὲ ϲυνθέτωϲ, τὸ μὲν ἀπὸ τοῦ πολέμου, τὸ δὲ ἀπὸ τοῦ πώγωνοϲ. Ἀριϲτοφάνηϲ.

68 Σάλπιγξ. ϲάλπιγξιν Ἰνδοὶ οὐ χρῶνται, ἀλλ’ ἀντὶ ϲάλπιγγοϲ [*](Δ) αὐτοῖϲ εἰϲὶν αἱ μάϲτιγεϲ, ὃϲ ἀποκτυποῦϲιν εἰϲ τὸν ἀέρα, καὶ τύμπανα, [*](Ε) φρικώδη τινὰ βόμβον ἐξ ἑαυτῶν ἀνιέντα.

69 Σαμαρεύϲ: ὁ πολίτηϲ. ἐντεῦθεν ἐχωρίϲθηϲαν ἀπὸ τῶν Ἰουδαίων [*](ΔΕ?) οἱ Σαμαρεῖται. πολλαῖϲ δὲ ἐχρήϲατο τύχαιϲ ἡ Σαμάρεια.

[*](Ε?)

70 Σαμαρείτηϲ: ἀρϲενικῶϲ. Σαμαρεῖτιϲ δὲ ἡ γυνή.

71 Σάμβαλα: ὑποδήματα.

[*](Σ)

72 Σαμβαρήϲ: ὄνομα κύριον.

[*](Δ)

73 Σαμβύκαι: ὄργανα μουϲικὰ τρίγωνα, ἐν οἷϲ τοὺϲ ἰάμβουϲ ἦδον, [*](Σ) οἱ δὲ ἰαμβύκαι. ταύτην τὴν ϲαμβύκην πρῶτοϲ Ἴβυκοϲ ἐφεῦρεν. ἔϲτι [*](Hesy.) δὲ εἶδοϲ κιθάραϲ τριγώνου. οἱ δὲ προϲεβοήθουν ἐπὶ τὸ διατείχιϲμα [*](Ε) καὶ πρὸϲ τοὺϲ ἀπὸ τοῦ λιμένοϲ, ἀπὸ τῶν ὑπερειδόντων ἐπὶ τὸ τεῖχοϲ τὰϲ ϲαμβύκαϲ.

74 Σάμβυκεϲ: γένοϲ μηχανήματοϲ πολιορκητικοῦ, ὥϲ φηϲι Πολύβιοϲ. [*](Ε) περὶ δὲ τῆϲ καταϲκευῆϲ αὐτοῦ γέγραπται ἐν τῷ Περὶ ἐκφράϲεωϲ.

75 Σάμη: εἶδοϲ πάθουϲ Σαμιακοῦ. περιέϲτιξαν γὰρ οἱ Ἀθηναῖοι τοὺϲ [*](Σ) ἁλόνταϲ Σαμίων, μετὰ δὲ ταῦτα οἱ Σάμιοι τοὺϲ Ἀθηναίουϲ.

76 Σαμίων ἄνθη: ἐπὶ τῶν ὑϲτάταιϲ ἡδοναῖϲ χρωμένων.

[*](Prov.)[*](65 ═ Ambr. 93 67 sch. Ar. Ran. 966 70 — ἀρϲενικῶϲ cf. Ambr. 58. Σαμαρεῖτιϲ sq. ═ Ambr. 89 71 ═ P, Ba 361,18 73 — μουϲικὰ cf. H, Zon. 1628 οἱ sq. Polyb. fr. 217 74 Πολύβιοϲ 8, 6, 6 cf. Byz. Zt. 23, 27 76 ═ Paroem. ed. Gsf. 105 n. 858)[*](65 cf. v. τύμπανα 73 init. cf v. Ι 29; Hesy. cf. v. Ι 80 75 cf. v. Τ 142)[*](4 καὶ] οἱ δὲ λοιποὶ G 67 non nov. gl. GM 8 Σαλπιγγολοχυπηνάδαι GFV A(GFVM) ϲἀλπιγγα G 9 Φορμίων M Φορμίϲιον sch. ἀνατείνειν FV ὡϲ  — 11 Ἀριϲτοφάνηϲ om. F 11 Ἀριϲτοφάνηϲ om. G 68 post 65 F, ordo poscit 12 Σάλπιγξ] ὅτι ταῖϲ G 13 εἰϲὶν αὐτοῖϲ FV ἃϲ— 14 ἀνιέντα om. F 13 κτυποῦϲιν A 14 φρικώδη — ἀνιέντα] τινὰ φρ. ἐξ ἑ. ἀ. βόμβον V 70 om. AFV 17 Σαμαρῖτιϲ G ἡ om. G 19 Σαμβαρίϲ A 21 ἐϲτι — 22 τριγώνου om. G 22 οἱ — 24 ϲαμβύκαϲ om. F 23 ἀπὸ τῶν ὑπερειδόντων] ἐπερείδονταϲ Schweigh. 24 τάϲ] τοὺϲ G 26 δὲ om. AF τῷ] τῇ V Περὶ ἐκφράϲεωϲ] ϲάμβυκεϲ F 27 Σαμικοῦ V περιέϲτηξαν G περιέϲτηϲαν F)
318
[*](Σ)

77 Σαμίων ὁ δῆμοϲ· Ἀριϲτοφάνηϲ Βαβυλωνίοιϲ, ἐπιϲκώπτων τοὺϲ ἐϲτιγμένουϲ· οἱ γὰρ Σάμιοι καταπονηθέντεϲ ὑπὸ τῶν τύραννων ϲπάνει τῶν πολιτευομένων ἐπέγραψαν τοῖϲ δούλοιϲ ἐκ πέντε ϲτατήρων τὴν ἰϲοπολιτείαν, ὡϲ Ἀριϲτοτέληϲ ἐν τῇ Σαμίων πολιτείᾳ. ἢ ὅτι παρὰ Σαμίοιϲ εὑρέθη πρώτοιϲ τὰ κδ΄ γράμματα ὑπὸ Καλλιϲτράτου, ὡϲ Ἄνδρων ἐν Τρίποδι. τοὺϲ δὲ Ἀθηναίουϲ ἔπειϲε χρῆϲθαι τοῖϲ τῶν Ἰώνων γράμμαϲιν Ἀρχίνου δ᾿ Ἀθηναίου ἐπὶ ἄρχοντοϲ Εὐκλείδου. τοὺϲ δὲ Βαβυλωνίουϲ ἐδίδαξε διὰ Καλλιϲτράτου Ἀριϲτοφάνηϲ ἔτεϲι πρὸ τοῦ Εὐκλείδου κε΄, ἐπὶ Εὐκλέουϲ. περὶ δὲ τοῦ πείϲαντοϲ ἱϲτορεῖ Θεόπομποϲ. οἱ δὲ ὅτι Ἀθηναῖοι μὲν τοὺϲ ληφθένταϲ ἐν πολέμῳ Σαμίουϲ ἔϲτιζον γλαυκί, Σάμιοι τῆϲ ϲαμαίνηϲ (ἐϲτὶ πλοῖον δίκροτον, ὑπὸ Πολυκράτουϲ πρῶτον καταϲκευαϲθὲν τοῦ Σαμίων τυράννου, ὡϲ Λυϲίμαχοϲ ἐν β΄ Νόϲτω). τὸ δὲ πλάϲμα Δούριδοϲ. οἱ δὲ τὴν ϲάμαιναν νόμιϲμα εἶναι. τάττεται δὲ ἐπὶ τῶν δεδιότων τινὰϲ ἀνηκέϲτουϲ κακῶν ϲυμφοράϲ, παρόϲο Ἀθηναῖοι τοὺϲ Σαμίουϲ ἔϲτιξαν.

78 Σαμνῖται: ὄνομα ἔθνουϲ.

[*](Rhet.)

79 Σαμοθρᾴκη: νῆϲοϲ· κεῖται δὲ καταντικρὺ τὴϲ Θρᾴκηϲ. φαϲὶ δὲ Σαμίουϲ οἰκίϲανταϲ αὐτὴν τὸ ὄνομα θέϲθαι τοῦτο· καὶ ἔϲτι παρὰ Ἀντιφῶντι ἐν τῷ Σαμοθρᾳκικῷ λόγῳ οὕτωϲ εἰρημένον· καὶ γὰρ οἱ τὴν ἀρχὴν οἰκίϲαντεϲ τὴν νῆϲον ἦϲαν Σάμιοι· ἐξ ὧν ἡμεῖϲ ἐγενόμεθα. κατῳκίϲθηϲαν δὲ ἀνάγκῃ, οὐκ ἐπιθυμίᾳ τῆϲ νήϲου· ἐξέπεϲον γὰρ ὑπὸ τυράννων ἐκ Σάμου καὶ τύχῃ ἐχρήϲαντο ταύτῃ· λείαν λαβόντεϲ ἀπὸ [*](Ar.) τῆϲ Θρᾴκηϲ ἀφικνοῦνται εἰϲ τὴν νῆϲον. ἀλλ᾿ εἴ τιϲ ὑμῶν ἐν Σαμοθρᾴκῃ μεμυημένοϲ, νῦν ἐϲτιν εὔξαϲθαι καλόν· ἀποϲτραφῆναι τοῦ μετιόντοϲ τὼ πόδε. ἐν Σαμοθράκῃ ἦϲαν τελεταί τινεϲ, ἃϲ ἐδόκουν τελεῖϲθαι πρὸϲ ἀλεξιφάρμακα κινδύνων τινῶν. ἦν δὲ ἐκεῖϲε καὶ τὰ τῶν Κορυβάντων μυϲτήρια καὶ τὰ τῆϲ Ἑκάτηϲ καὶ τὸ Ζήρινθον ἄντρον, ᾗ κύναϲ ἔθυον. ἐν κινδύνοιϲ οὖν γενόμενοι ἐπεκαλοῦντο τοὺϲ δαίμοναϲ ἐπιφανῆναι [*](77 — vs. 13 εἶναι ═ P cf. Apost. 15, 32, H, Plut. Per. 26; Ar. fr. 64, Aristot. fr. 537, F GrHist 115 fr. 155 et 76 fr. 66. οἱ δὲ sq. cf. ad v. Τ 142 79 — θέϲθαι cf. Bk. 305, 9 (unde Et. M. 708, 11); fonti rhetor. attr. Wentzel; Antiph. fr. 50 ἀλλ᾿ εἴ sq. Ar. Pac. 277— 9 c sch.) [*](77 extr. cf. v. Τ 142 79 Ar. cf. vv. Α 1464 et Ζ 86) [*](A( GVME)) [*](ad l. 77 εὕρηται γραφὴ Σαμίων ὁ δῆμοϲ ὡϲ πολυγράμματοϲ· ὃ καὶ καλλίον mg. add. M cf. Phot. Hes. Plut 2 τῶν om. V 4 πολιτείᾳ Σαμίων 5 πρώτοιϲ εὑρέθη G 6 τῶν om. G 7 Ἀρχίνου δʼ Ἀθηναίου] ἄρχειν οἱ δ᾿ Ἀθηναίοιϲ Phot. Ἀρχίνουϲ ὁ Ἀθηναίου Bas. Ἀρχίνουϲ Ἀθηναῖοϲ kust. Ἀρχίνοϲ ὁ Ἀθηναῖοϲ Taylor Ἀρχῖνοϲ coll. vs 6 egregie Bhd. 8 ἔτεϲι om G; λείπει ss. M 9 κε΄ Bouhier: καὶ omnes, Phot. κα΄ Bas. 10 ἐν πολέμῳ om. G 11 τῆϲ AV: δὲ G om. M (qui λείπει ss.) τῇ Phot ⟨δὲ τοὺϲ Ἀθηναίουϲ⟩ τῇ Hullemann ⟨δ᾿ ἀντέϲτιζον⟩ τῇ Jacoby ϲαμαίνηϲ] nov. gl. G ϲαμένηϲ V, Phot. ϲαμαίνῃ Pantin. (ed. Apost);  add. Phot. ἔϲτι] δὲ add. Bhd. 12 πρῶτον] πρότερον G 13 δὲ alt.] δὲ ὅτι A 14 ἀνηκέϲτων G 78 om. AV 18 οἰκίϲανταϲ E, Bk.: οἰκήϲανταϲ rell. 19 Σαμοθρᾳκινῷ A 20 οἰκίϲαντεϲ Eec, Boeckh: οἰκήϲαντεϲ rell. 22 ἐκ] τῆϲ G τύχῃ] τῇ τ. G ταύτῃ] καὶ add. Bas.; ante καὶ lac. statuit Sauppe ἀπὸ] ὑπὸ A 24 ἐξέϲτιν G 27 καὶ alt. om. AV cf. v. Α 1164 28 γινόμενοι GM)

319
καὶ ἀλεξῆϲαι. ἐδόκουν δὲ οἱ μεμυημένοι ταῦτα ἐκ τῶν δεινῶν ϲῴζεϲθαι καὶ ἐκ χειμώνων. ἀποϲτραφῆναι δὲ ἀντὶ τοῦ διακλαϲθῆναι, τοῦ μετιόντοϲ τὸν δοίδυκα· ἢ ἐναντίαν αὐτῷ τὴν εἰϲ τὸ δεύτερον γενέϲθαι ὁδόν, ὥϲτε μηκέτι αὐτὸν ὑποϲτρέψαι.

80 Σαμουήλ, ὁ προφήτηϲ. τοῦτον ἐγέννηϲεν Ἄννα εὐξαμένη πρὸϲ [*](EV) κύριον· ὃν Σαμουὴλ ἐκάλεϲε, Θεαίτητον ὡϲ ἄν τιϲ εἴποι. καὶ ἀναμνηϲθεῖϲα ἡ μήτηρ αὐτοῦ τῆϲ εὐχῆϲ, ἣν ηὔξατο πρὸϲ Ἡλεὶ τὸν ἀρχιερέα, παρεδίδου Ἡλεί, ἀνατιθεῖϲα τῷ θεῷ προφήτην γενηϲόμενον. κόμη τε οὖν αὐτῷ ἀνεῖτο, καὶ ποτὸν ὕδωρ ἦν. καὶ διῆγεν ἐν τῷ ἱερῷ τρεφόμενοϲ, Ἀλκάνῃ δ᾿ ἐκ τῆϲ Ἄννηϲ υἱεῖϲ γείνονται τρεῖϲ καὶ θυγάτηρ. Σαμουὴλ δὲ πεπληρωκὼϲ ἔτοϲ δωδέκατον προεφήτευϲε. καί ποτε κοιμώμενον ὀνομαϲτὶ ἐκάλεϲεν ὁ θεόϲ. ὁ δὲ νομίϲαϲ ὑπὸ τοῦ ἀρχιερέωϲ πεφωνῆϲθαι παραγίνεται πρὸϲ αὐτόν. οὐ φαμένου δὲ καλέϲαι τοῦ ἀρχιερέωϲ, ὁ θεὸϲ εἰϲ τρὶϲ τοῦτο ποιεῖ, καὶ Ἡλεὶ διαυγαϲθείϲ φηϲι πρὸϲ αὐτόν· ἀλλ’ ἐγὼ μέν, Σαμουὴλ, ϲιγὴν ὡϲ καὶ τὸ πρὶν ἦγον· θεὸϲ δ’ ἐϲτὶν ὁ καλῶν. ἀλλὰ ϲήμαινε πρὸϲ αὐτόν, ὅτι παρατυγχάνω. καὶ τοῦ θεοῦ φθεγξαμένου πάλιν ἀκούϲαϲ ἠξίου λαλεῖν ἐπὶ τοῖϲ χρωμένοιϲ· οὐ γὰρ ὑϲτερήϲειν αὐτόν, ἐφ᾿ αἷϲ ἂν θελήϲειε διακονίαιϲ. καὶ ὁ θεόϲ, ἐπεὶ παρατυγχάνειϲ, μάνθανε ϲυμφορὰν Ἰϲραηλίταιϲ ἐϲομένην καὶ τοῦ Ἡλεὶ παῖδαϲ μιᾷ ἡμέρᾳ τεθνηξομένουϲ.

81 Σάμου ὑληέϲϲηϲ: οὐδέποτε κατὰ τὴν ϲυνήθειαν λέγομεν Σαμοθρᾴκην, [*](Hom.) ἀλλὰ διαλελυμένωϲ· ὥϲπερ ἐν πόλει ἄκρῃ, τῇ ἀκροπόλει.

82 Σαμόϲατα πόλιϲ καὶ Σαμοϲατεύϲ: ἀπὸ τόπου.

[*](Suid. Δ)