Suidae lexicon

Suda

Suda, Suidae lexicon, Adler, Teubner, 1935

164 Σαφήνεια· καὶ Σαφηνίζω, ἑρμηνεύω. Σαφῶ δέ, ϲαφήϲω.

[*](Δ)

165 Σαφήϲ: ἀληθήϲ. καὶ Ὅμηροϲ· ἐπιϲτάμενοϲ ϲάφα εἰπεῖν. ἀντὶ [*](soph.) τοῦ ἀληθῶϲ. καὶ Σοφοκλῆϲ· εἰ Ζεὺϲ ἔτι Ζεύϲ, χὠ Διὸϲ Φοῖβοϲ ϲαφήϲ.

166 Σαχωνιάθων.

167 Σάχωνοϲ: ὄνομα κύριον.

[*](Δ)

168 Σβεννύντοϲ. καὶ Σβεννύω· αἰτιατικῇ. καὶ Σβεννῦϲα.

[*](|Synt |)

169 Σβῆροϲ· ὄνομα κύριον.

[*](Δ)

17> Σβέϲαι: παῦϲαι.

[*](Σ)

171 Σαίνεϲθαι: κολακεύειν. τὸ ῥῆμα Σαίνω. ἀλλὰ κύον, [*](ΣΔ) ϲαίνοιϲ, Κέρβερε, τόν με κύνα. καὶ αὖθιϲ· ϲαίνειϲ δάκνουϲα καὶ [*](Anth.) κύων λαίθαργοϲ εἶ. ἐπὶ τῶν ὑποκρινομένων δῆθεν εὐνοεῖν, ἐπιβουλευόντων [*](Ar.) δὲ λάθρα. καὶ Σαίνω· αἰτιατικῇ.

[*](Synt.)

172 Σαίνουροι: τὰϲ οὐρὰϲ ϲείοντεϲ.

[*](Σ)

173 Σαίρει: κοϲμεῖ, ἢ χαίρει.

[*](Σ)

174 Σεβάζω· αἰτιατικῇ. καὶ Σέθω· αἰτιατικῇ.

[*](Synt.)[*](162 — φανερῶϲ cf. H, sch. Β 192, Erotian. 79, 20; Δ 404 163 Ar. Ran. 1443—1452 c. sch. 1445 164 Σαφήνεια ═ Ambr. 105 (═ 109). Σαφηνίζω sq. cf. Zon. 1632; l. ═ Ambr. 130; ἑρμηνεύω cf. H. Σαφῶ ═ Ambr. 128 165 Soph. OC 623 c. sch.; Δ 404 166 cf. L 167 cf. Ambr 40 168 Σβεννύω· αἰτιατικῇ ═ Synt. Gud 170 ═ P, Ba 362, 17 cf. H, sch. Ι 674 171 — κολακεύειν ═ P, Ba 361, 3 cf. An. Ox. 2, 484, 18, Et. M. 709, 18, H ἀλλὰ— κύνα Anth. 7, 66, 4 ϲαίνειϲ — λάθρα sch. Ar. Eq. 1031; Soph. fr. 800 Σαίνω sq. ═ Synt. Laur. et Gud.; An Ox. 4, 299,13 172 ═ P, Ba 361, 5 cf. H, Et. M. 709, 18 173 ═ P, Σa, Ba 361, 6 cf. H 174 cf. Synt. Laur. et Gud.)[*](162 cf. 165 163 cf. v. Α1470 165 cf. 162 166 cf. 25 171 Ar. cf. v. Λ 178)[*](2 ϲυνέχουϲʼ G προϲεχούϲαιϲ Phot. προϲέχουϲ᾿ Apost. 15, 36 προέχουϲι v. l. A(GFVM) Apost. Bentley οἷϲ] ᾧ Bentley 3 οὖν GVM 3. 4 παραιτ ϲάϲθω G 6 καὶ — εἰπεῖν om. F 8 πίϲθ᾿] πίϲτ᾿ AFV 13 οὐ om. AV ϲωθείημεν A cf. vs. 12 15 Σαφηνίζω] Σαφηνεύω G δὲ om. A 17 ἀληθέϲ A 168 om. AFV post 169 in sp. Ar 169 extra ord. 21 Σβῆροϲ AMac; Σαβῆροϲ FV Σβέροϲ Mec Σεβῆροϲ G 26 καὶ — αἰτιατικῇ om. AFV mg. omisso καὶ Ar 29 αἰτιατικῇ pr. om. Ar αἰτιατικῇ alt. om. G)
332
[*](Σ call.)

175 Σέβαϲ: τιμή, ἔκπληξιϲ. παρὰ δὲ Καλλιμάχῳ τὸ θαῦμα. τόδ᾿ [*](Ar.) ἔχω ϲέβαϲ. καὶ Σεβίϲαι, ἀντὶ τοῦ εὐλογῆϲαι.

[*](Δ)

176 Σεβάϲτεια: πόλιϲ. καὶ Σεβαϲτηνόϲ, ὁ πολίτηϲ.

[*](Ε)

177 Σεβαϲτιανόϲ· οὗτοϲ ἐπὶ Οὐάλεντοϲ ἦν. ἐγένετο δὲ ἐπὶ τούτου ἀνδρῶν πολεμικῶν ζήτηϲιϲ. εὑρέθη δὲ οὖτοϲ ὁ ἀνὴρ πάϲηϲ ἐλπίδοϲ κρείττων, οὐδεμιᾶϲ ἀρετῆϲ ἀποδέων· οὐδενὸϲ γὰρ μὴ ὅτι τῶν καθ᾿  αὑτὸν ἀνθρώπων, ἀλλὰ καὶ τοῖϲ παλαιοῖϲ δίκαιοϲ ἦν παραβάλλεϲθαι, καὶ τούτων τοῖϲ ἄγαν εὐδοκιμοῦϲιν εἰϲ ἅπαντα. ὅϲ γε φιλοπόλεμοϲ μὲν ὢν ἥκιϲτα φιλοκίνδυνοϲ ἦν, οὐ διʼ ἑαυτόν, τῶν ἀρχομένων δὲ ἕνεκεν. χρημάτων δὲ αὐτῷ πλήθουϲ ἔμελλεν, ὅϲα τὸ ϲῶμα διὰ τῶν ὅπλων κοϲμήϲειν ἔμελλε· τροφὴν δὲ προῇρητο ϲκληράν καὶ τραχεῖαν, καὶ ὅϲη καμόντι ἤρκει, καὶ ὁρμωμένῳ πρὸϲ κάματον οὐκ ἦν κώλυμα. φιλοϲτρατιώτηϲ δὲ ὢν διαφερόντωϲ ϲτρατιώταιϲ οὐκ ἐχαρὶζετο, ἀλλὰ πᾶϲάν τε ἀφῄρει πλεονεξίαν τὴν ἀπὸ τῶν οἰκείων καὶ τὸ ἁρπακτικὸν ἐπὶ τοὺϲ πολεμίουϲ ἔτρεπεν· ἐκόλαζε δὲ ἰϲχυρῶϲ τοὺϲ παραβαίνονταϲ ταῦτα, καὶ τοῖϲ πειθομένοιϲ εἰϲ τὸ εἶναι ϲυνηγωνίζετο. ἁπλῶϲ δὲ εἰπεῖν, ὑπόδειγμα καὶ χαρακτῆρα παρεῖχεν ἑαυτὸν ἀρετῆϲ. γεγονὼϲ δὲ ἐπὶ μεγάλαιϲ καὶ λαμπραῖϲ ϲτρατηγίαιϲ, ὥϲπερ ὁ Ῥοδίων κολοϲϲὸϲ διὰ μέγεθοϲ καταπληκτικὸϲ ὢν οὐκ ἔϲτιν ἐράϲμιοϲ, κἀκεῖνοϲ διὰ τὸ ἀφιλοχρήματον θαυμαϲτὸϲ ὢν οὐκ ἔϲχε χάριν. προϲκεκρουκὼϲ δὲ διὰ γνώμηϲ ὀρθότητα τοῖϲ κατακοιμιϲταῖϲ εὐνούχοιϲ τῶν βαϲιλέων, εὔκολοϲ ὢν διὰ πενίαν καὶ κοῦφοϲ ἐϲ μετανάϲταϲιν διεδέχθη τῆϲ ϲτρατηγίαϲ.

[*](Σ Ar.)

178 Σεβαϲτόϲ: προϲκυνητόϲ. καὶ Σεβἰζει, ϲέβεται. καὶ Σεθίϲαι, [*](Suid.) ἀντὶ τοῦ εὐλογῆϲαι. Ἀριϲτοφάνηϲ· εὐπίϲτωϲ τοὐμὸν δαίμοναϲ ἔχει ϲεβίϲαι. τουτέϲτιν εὐπίϲτωϲ ἔχω πρὸϲ τὸ τὸν θεὸν ὑμνῆϲαι καὶ εὐλογῆϲαι.

179 Σεβαϲτοφόροι· ζήτει ἐν τῷ Αὐγουϲτεῖον.

180 Σεβηριανόϲ· φηϲὶ Δαμάϲκιοϲ. ἀπὸ Δαμαϲκοῦ, τῶν εἰϲ τὰ πρῶτα γένουϲ ἀνηκόντων, Αὐξεντίου τοῦ Καλλινίκου υἱόϲ, εἰϲ Ῥωμαίουϲ ἀναγόμενοϲ [*](175 — ἔκπληξιϲ ═ P, Ba 362, 18 cf. H; τιμή ═ Ps. Herodian. 121 cf. Byz. Zt. 16, 65, 23; ἔκπληξιϲ ═ sch. γ 123 cf. Ap. S. 140, 30 παρὰ— ϲέβαϲ Call. fr. 144 Κ. 299 S. c. sch. cf. Ap. S. 140, 30, H Σεβίϲαι sq. sch. Ar. Th. 105 176 cf. Steph. Byz. v. Σεβαϲτή;— πόλιϲ ═ Ambr. 213, Ps. Herodian. 121 —2 cf. Zon. 1632 177 Eunap. fr. 47, FHG 4, 34—5; vs. 17 γεγονὼϲ sq. Eunap. abiudicavit Préchas, Rev. de philol. 1918, 52 sqq., frustra 178 —ϲέβεται ═ Ba 362, 19, 20, P; — προϲκυνητόϲ ═ H Σεβίϲαι— εὐλογῆϲαι sch. Ar. Th.105 180 Dam. fr. 285 et 290 (cf. Asmus, Leben d. Isid. p. 98 —100, 107 —8) cf. Phot. Bibl. 346b 1619) [*](175 Ar. cf. 178 et 183 177 cf. vv. Κ 1947 et Π 2723 178 cf. 175 et 183 unde Ἀριϲτοφάνηϲ sq. 180 cf. v. Α 1740) [*](A( GVM)) [*](3 Σεβαϲτηνόϲ] γρ. Σεβαϲτειανόϲ ss. M cf. v. Κ 1947, Zon. 1632 5 πολεμικῶν om. V 7 ἀνθρώπων ⟨ἐλείπετο⟩ Bhd. ἀ. ⟨ἦν ἥϲϲων⟩ Latre 8 ὅϲ γε] ὥϲτε G 9 δὲ om. A 10 δὲ om. AV, Bhd. ἔμελεν Port. 11 προῃρεῖτο AGMec 14 τε ἀφῄρει] περιαφήρει περιῄρει Bhd. τὴν del. Bhd. 16 ταῦτα — ϲυνηγωνίζετο om. V εἶναι] εἶναι] εὖ vel εὐπορεῖν M. Schmidt; corruptelam detexit Bhd. 17 παρέχων A 19 οὐκ — 20 ὤν om. AV 21 κοιμιϲταῖϲ (in initio vers.) A 24 Ἀριϲτοφάνηϲ— 25 εὐλογῆϲαι om. AV 27 φηϲὶ Δαμάϲκιοϲ mg. M: om. rell. cf. 62)

333
προγόνουϲ, ἐπῳκηκόταϲ πατρίδα τὴν Ἀλεξάνδρειαν, παιδείαϲ τε τύχὼ πρὸϲ τῇ ὀξύτητι τῆϲ φύϲεωϲ, ποιητικῆϲ τε καὶ ῥητορικῆϲ, ἔτι δὲ᾿ καὶ τῆϲ περὶ νόμουϲ τοὺϲ Ῥωμαίων διατριβούϲηϲ, διαφέρων ἔδοξεν εἶναι τῶν ἡλικιωτῶν. ϲτερρὸϲ δὲ τὸ ἦθοϲ ὤν, καὶ ἅπερ ἂν διανοηθείη, ταῦτα πράττειν ἐϲπουδακὼϲ ἔφθανε τῷ πρακτικῷ τὸ βουλευτικόν. καὶ διὰ τοῦτο ὁ βίοϲ αὐτῷ πολλαχῇ διεϲφάλη. προὐθυμήθη μὲν γὰρ ἐξ ἀρχῆϲ ἐπὶ φιλοϲοφίαν τραπῆναι καὶ τῷ Πρόκλῳ φέρων ἑαυτὸν ἐπιδοῦναι· ἤκμαζε δὲ τότε καὶ ἤνθει ὁ Πρόκλοϲ Ἀθήνηϲιν. ἐγένετο δὲ αὐτῷ ὁ πατὴρ ἐμποδών· ἠβούλετο γὰρ αὐτὸν δίκαϲ λέγειν καὶ χρηματίζεϲθαι τὸν ἐπιμίϲθιον τοῦτον χρηματιϲμόν. ὁ μὲν δὴ πατὴρ αὐτῷ ὡϲ τάχιϲτα τελευτᾷ τὸν βίον, αὐτὸϲ δὲ ἐπὶ τὰϲ Ἀθήναϲ ὁρμήϲαϲ ὄνειρον ἐθεάϲατο τοιόνδε· ἐδόκει ἐπὶ ῥάχει τινὸϲ ὄρουϲ ἐπικαθῆϲθαι ὥϲπερ ὀχήματι καὶ οἷον ἐλαύνειν τὸ ὄροϲ. ἐξῆγε δὲ αὐτὸν ἄρα ἡ εἱμαρμένη καὶ τὸ χρεών, ἔτι δὲ τὸ αὐθαίρετον, ὅτι ἐϲτὶ κακόν, εἰϲ βίον ἄλλον, ὑψηλὸν μὲν εἶναι δοκοῦντα καὶ μεγαλοφυῆ, τραχὺν δέ τινα καὶ ἀνήνυτον· ὃ καὶ αὐτὸϲ ἐπέκρινε, καὶ ἡ πεῖρα τῆϲ ἐκβάϲεωϲ ἀποδέδειχεν· ἀντὶ γὰρ φιλοϲοφίαϲ καὶ ἀπραγμοϲύνηϲ εὐδαίμονοϲ εἰϲ τὴν πολιτείαν ἐαυτὸν καὶ εἰϲ ἀρχὰϲ ἐξέωϲε φέρων. φύϲει δὲ ὢν φιλόνεικοϲ καὶ ἀήττητοϲ ἐφʼ ὅτι ἂν ὁρμήϲειε, καὶ φιλόδοξοϲ, ὡϲ οὐκ οἶδʼ εἴ τιϲ ἕτεροϲ, ἀλλ’ ἐπὶ τιμίοιϲ ἔργοιϲ τε καὶ λόγοιϲ καὶ τὴν ἀρετὴν εἰϲ τὸ ἔξω προάγουϲι τῆϲ ψυχῆϲ, περὶ μὲν χρηματιϲμὸν οὐ διέτριβεν οὐδὲ ὑπωϲτιοῦν, οὐδὲ πρὸϲ ἀδικίαν αὐτόθεν καὶ πλεονεξίαν ἐπίφοροϲ ἦν, προϲκρουϲτικὸϲ δὲ καὶ ἁμιλλητικὸϲ ἀεὶ πρὸϲ τοὺϲ ὑπερέχονταϲ, καὶ οὐδενὶ τῶν μειζόνων ἀρχόντων ἀξιῶν παρὰ τὰ νομιζόμενα δίκαια εἶναι ἐξίϲταϲθαι. δικάζων δὲ πικρότατοϲ ἦν. καὶ εἰ δή ποτε ἐξαγόμενοϲ ὑπὸ θυμοῦ καὶ τὸ ἀκαταφρόνητοϲ εἶναι ϲπουδάζων, φόουϲ τε εἰργάϲατό τιναϲ οὐκ εὐαγεῖϲ οὐδὲ εὐτυχεῖϲ καὶ ἐϲ τούτουϲ ἀνέφερε τὴν αἰτίαν τῆϲ ὕϲτερον ἐπιγενομένηϲ αὐτῷ τοῦ βίου κακοπραγίαϲ. ἐπεὶ καὶ Ἀρδαβουρίῳ προϲκρούϲαϲ, ὄντι μὲν υἱεῖ τοῦ πάνυ Ἄϲπεροϲ, βαρβάρου μὲν ἀνθρώπου, τὰ μέγιϲτα δὲ παρὰ βαϲιλεῖ δυναμένου, ϲτρατηγοῦντι δὲ τῶν ἑῴων ταγμάτων, πολλὰ μὲν ἐκείνῳ πρέϲχετο πράγματα καὶ πατρὶ τῷ ἐκείνου· πλείω δὲ καὶ ἀτοπώτερα πεπονθὼϲ καὶ ὑβριϲθεὶϲ οὐθὲν ἀπώνατο τῆϲ πολλῆϲ ταύτηϲ ἐνϲτάϲεωϲ. ἱερώτατοϲ δὲ εἰϲ ὑπερβολὴν καὶ Ἕλλην, καὶ πολλῶν μὲν ἀπειλῶν καὶ φόβων οὐκ ἐνέδωκεν ὁ ἀλιτήριοϲ. ἐμοὶ δὲ καὶ ἐξηγεῖτο λόγουϲ Ἰϲοκρατείουϲ, [*](2 τυχὸν M τυχεῖν V τε om. V 3 τῆϲ om. G τοὺϲ] τῶν V A(GVM) 6 καὶ om. V 8 ὁ om. A Ἀθήναιϲ V cp. A 14 χρεών, ἐπὶ δὴ τὸ αὐθαίρετον ὅπωϲ εἶχε κακόν dubitanter M. Schmidt; corruptelam detexit Bhd.; ὅτι ἐϲτὶ κακὸν del. Byz. Zt. 18, 467, 1 Asmus sed „mit dem Bösen zusammenfällt“ Leben des I. p. 99 17 ἀκτημοϲύνηϲ V 19 φιλόνεικον A 20 ἀλλ᾿ — 21 ψυχῆϲ om. V 21 προάγουϲι om. in lac. G 22 διέτρομεν A 24 καὶ — 25 ἐξίϲταϲθαι om. V 25 εἰ om. GVM 25 δή — 26 θυμοῦ] ὑπὸ τοῦ θ. ἐξ. V 27 τιναϲ om. V καὶ — 28. 29 κακοπραγίαϲ om. V 28 ἐπιγινομένηϲ A 29 καὶ A; δὲ V δὲ καὶ GM προϲκρούϲοι GM 30 Ἄϲπαροϲ Mec 32 καὶ τῷ ἐκείνῳ πατρί V 33 πεπονθὼϲ— ἐνϲτάϲεωϲ] πέπονθεν ὑβριϲθείϲ V 34 δὲ A: δὲ ἦν GVM καὶ sec.] ζήτει praemisit G ss. M post καὶ lac. indicav. Bhd. καὶ ὑπὸ Kust. μὲν om. V 35 ἐμοὶ — p. 334, 11 προϲέπτυε om.V)
334
κρατείουϲ, τοὺϲ μείζουϲ καὶ πολιτικωτέρουϲ, οὐ τὸν τεχνικόν τε καὶ ϲοφιϲτικόν, ἀλλὰ τὸν ἔμφρονα καὶ φιλόϲοφον τρόπον· ὅτε καὶ εἶδον ἄν. ρωπον εὔρουν τε ἅμα καὶ ἀμφιλαφῆ τὴν διάνοιαν πρὸϲ τὰϲ πολιτικὰϲ ἐξηγήϲειϲ, ἔτι δὲ κριτὴν ἄριϲτον ὄντα τῶν λεγομένων. τὸν δὲ ἐμοῦ εώτερον ἀδελφὸν Ἰουλιανὸν οὕτω παρώξυνεν εἰϲ φιλολογίαν, ὥϲτε καὶ ἐκμαθόντοϲ ἠνείχετο τά τε ποιητικὰ τῶν τε ῥητόρων τοὺϲ εὐδο κιμοῦνταϲ· μιϲθόν τε ἐδίδου τῆϲ προθυμίαϲ φιλοτιμίαν, προϲήκουϲαν ἑταίρῳ ἑϲτίαϲιν. τὰ μὲν οὖν τῶν ἄλλων ποιητῶν ἀπεδέχετο μετρίωϲ, τὸν δὲ Καλλίμαχον εἰϲ χεῖραϲ λαβών, οὐκ ἔϲτιν ὅτι οὐ κατέϲκωπτε τὸν Λίβυν ποιητήν· ἀνιώμενοϲ δὲ ἐπὶ μᾶλλον, ἤδη πολλαχοῦ καὶ τῷ βιβλίῳ προϲέπτυε. τούτῳ κατεπηγγείλατο Ζήνων βαϲιλεύϲ, εἰ γένοιτο τῶν κρατούντων, τὴν μετὰ βαϲιλέα μεγίϲτην ἀρχήν. ἀλλ’ οὐδὲ ὣϲ ἔπειθεν, οὐδὲ ἐμέλληϲε πείϲειν. καὶ ἡμῖν δὲ ὑπανέγνω τὴν ἐπαγγελλομένην ἐπιϲτολὴν καὶ μὴ πείθουϲαν. καὶ Ἀρκαδίῳ δὲ τῷ ἀπὸ Λαρίϲϲηϲ διʼ ἐπιϲτολῆϲ ἐπετίμηϲε. καὶ γὰρ ἐπιϲτέλλειν δεινὸϲ ἦν ὁ Σεβηριανὸϲ καὶ ἔμφρων, ὡϲ ἔϲτι μαθεῖν ἐντυχόντα ταῖϲ τοῦ ἀνδρὸϲ ἐπιϲτολαῖϲ.

[*](Ε?)

181 Σεβῆροϲ· ὅτι Σεβῆροϲ, ὁ τῶν Ῥωμαίων βαϲιλεύϲ, ἔπεμψε τοὺϲ πολιορκήϲονταϲ τὸ Βυζάντιον· ἦϲαν γὰρ ἔτι ἐκεῖ οἱ ϲτρατηγοὶ τοῦ Νίγρου καταφυγόντεϲ· ὅπερ ἑάλω ὕϲτερον λιμῷ, πᾶϲά τε ἡ πόλιϲ κατεϲκάφη, καὶ θεάτρων τε καὶ λουτρῶν παντόϲ τε κόϲμου κμὶ τιμῆϲ ἀφαιρεθὲν τὸ Βυζάντιον, κώμη δουλεύειν Περινθίοιϲ δῶρον ἐδόθη· [*](Ε?) ὥϲπερ καὶ Ἀντιόχεια Λαοδικεῦϲιν. ὅτι ἀπείρητο ϲτρατιώταιϲ γυναιξ μίγνυϲθαι. Σεβῆροϲ δὲ τοῦτο ἐπέτρεψε καὶ χρυϲοῖϲ δακτυλίοιϲ αὐτοὺϲ ἐφιλοτιμήϲατο. ὅτι Σεβῆροϲ ἧκεν εἰϲ τὸ Βυζάντιον. ὡϲ δὲ εἶδε τοὺϲ πολίταϲ μετὰ ἐλαιοκλάδων εὐφημοῦνταϲ καὶ δεομένουϲ ϲωτηρίαϲ καὶ ἀπολογίαϲ προϲφέρονταϲ, ἐφείϲατο μὲν τοῦ φονεύειν, Περινθίοιϲ δὲ καὶ αὖθιϲ ὑπέταξε καὶ παρέϲχεν αὐτοῖϲ θεάτρου καὶ κυνηγίου ϲτοὰϲ καὶ τὸ ἱπποδρόμιον ᾠκοδόμηϲεν, ἰκρίοιϲ καὶ ἐμβόλοιϲ διακοϲμήϲαϲ, ἀγοράϲαϲ οἰκήματα καὶ κήπουϲ ἀπό τινων ἀδελφῶν ὀρφανῶν καὶ τὰ [*](181— Λαοδικεῦϲιν Herod. Hist 3, 6, 9 i. e. Io. Antioch. vs. 23 ὅτι— ἐφιλοτιμήϲατο cf. Herod. Hist. 3, 8, 4—5 cf. p. 225; Io. Antioch. vs. 27 Περινθίοιϲ — p. 335, 3 Ζεύξιππον cf. Preger 15,16—16, 4; 136, 21—137, 2) [*](181 init. hinc v. Π 1207) [*](A( GVM)) [*](3 εὔρουν GM 6 ἐκμανθάνοντοϲ GM 6. 7 τοὺϲ εὐδοκιμοῦνταϲ GM: εὐδοκιμοῦτι A 7 τε om. A προθυμίαϲ GM: φιλοτιμίαϲ ss. προθυ A φιλοτιμία A 8 ἑτέρῳ GMac 9 ὅτι AMac; ὅτε GMec 10 πολλαχῆ A 11 τούτῳ VM: τούτῳ δὲ G τοῦτο A Ζήκων V 13 οὐδὲ— καὶ om. V 14 καὶ μὴ πείθουϲαν om. V 15 ϲτέλλειν V 16 καὶ — 17 ἐπιϲτολαῖϲ om. V 16 ἔμφρων, ὡϲ GM: ἐμφρόνωϲ A 19 ϲτρατηγοὶ] ϲτρατιῶται V 22 δουλεύειν κώμη V 23 ἀπείρητο— 24 ἐπέτρεψε] Σεβῆροϲ ὁ βαϲιλεὺϲ ἐπέτρεψε τοῖϲ ϲτρ. γ. μ. ἀπηγορευμένον πρῴην ὄν V 25 τὸ] τὸν V 27 μὲν om. V Περινθίοιϲ] Ἡρακλεία ἤγ(ουν) praenmisit V, τοῖϲ περὶ Ἡρακλείαν siglo supra Περ. posito mg. add. M 28 καὶ pr. om. GM ἐπέταξε V; post haec quaedam de gratia Severi reconciliata intercepta esse putat Bhd. 30 ὀρφανῶν ἀδελφῶν V)

335
περικείμενα τῷ ἱπποδρομίῳ διακόψαϲ δένδρη εἰϲ τὸ νῦν ὁρώμενον διεκόϲμηϲε ϲχῆμα, ϲυζεύξαϲ αὐτῷ καὶ λουτρὸν ἐν τῷ ἱερῷ τοῦ Διόϲ, ὅπερ ἐκαλεῖτο Ζεύξιππον, ἀνενέωϲε δὲ καὶ τὸ καλούμενον Στρατήγιον. ἀλλὰ τούτων μὲν ἁπάντων Σεβῆροϲ προκατήρξατο· ὁ δὲ τούτου υἱὸϲ Ἀντωνῖνοϲ ἐτελεϲιούργηϲεν. ὅτι Σεβῆροϲ ἐλθὼν ἐπὶ τὴν Ἀλεξάνδρειαν [*](Ε) εὗρεν ἐπιγραφὴν ἐν τῇ πόρτῃ, τοῦ κυροῦ Νίγρου ἡ πόλιϲ. καὶ ἀγανακτοῦντοϲ αὐτοῦ πρὸϲ τοῦτο, ἀπήντηϲεν ὁ τῶν Ἀλεξανδρέων δῆμοϲ, κράζων, οἴδαμεν, εἰρήκαμεν τοῦ κυροῦ Νίγρου ἡ πόλιϲ· ϲὺ γὰρ εἶ ὁ κύριοϲ τοῦ Νίγρου. καὶ δεξάμενοϲ τὸ ἕτοιμον τῆϲ ἀπολογίαϲ ϲυνεχώρηϲεν αὐτοῖϲ.

182 Σεβῆροϲ, ϲοφιϲτήϲ· Ῥωμαῖοϲ. οὖτοϲ εἰϲ Ἀραβίαν ἐκ τῆϲ Συρίαϲ καὶ ἐϲ τὴν Παλαιϲτίνην ἦλθε καὶ εἰϲ τὴν Αἴγυπτον τὴν ἄνω EV διὰ τοῦ Νείλου ἀνέπλευϲε καὶ εἶδε πᾶϲαν αὐτὴν πλὴν βραχέων· οὐ γὰρ ἠδυνήθη πρὸϲ τὰ τῆϲ Αἰθιοπίαϲ μεθόρια διὰ λοιμώδη νόϲον ἐϲβαλεῖν. καὶ ἐπολυπραγμόνηϲε πάντα, καὶ τὰ πάνυ κεκρυμμένα· ἦν γὰρ οἷοϲ μηδὲν μήτʼ ἀνθρώπειον μήτε θεῖον ἀδιερεύνητον ἐᾶν. κἀκ τούτου τά τε βιβλία πάντα τὰ ἀπόρρητόν τι ἔχοντα, ὅϲα γε καὶ εὑρεῖν ἠδυήθη, ἐκ πάντων τῶν ἀδύτων ἀνεῖλε καὶ τὸ τοῦ Ἀλεξάνδρου μνημεῖον ϲυνέκλειϲεν, ἵνα μηδεὶϲ ἔτι μήτε τὸ τούτου ϲῶμα ἴδῃ μήτε τὰ ἐν ἐκείνοιϲ γεγραμμένα ἀναλέξηται. οὗτοϲ τὸ γένοϲ ἦν Λίβυϲ, ἐϲ πραγμάτων διοίκηϲιν γενναῖοϲ ἅμα καὶ θυμοειδήϲ, ϲκληρῷ τε βίῳ καὶ τραχεῖ ἐνειθιϲμένοϲ πόνοιϲ τε ἀνέχων ῥᾷϲτα, νοῆϲαί τε ταχὺϲ καὶ τὸ νοηθὲν ἐπιτελέϲαι ὀξύϲ. οὗτοϲ μετὰ τὸ εἰϲελθεῖν εἰϲ τὰ βαϲίλεια τῶν Ἀλβίνου φίλων ἐπὶ τῆϲ ϲυγκλήτου κατηγόρει γράμματά τε αὐτῶν καὶ ἐλέγχουϲ προϲέφερεν, ἄλλαϲ τε ἄλλοιϲ ἐπιφέρων αἰτίαϲ πάνταϲ τοὺϲ ἐξέχονταϲ τότε τῆϲ ϲυγκλήτου καὶ τῶν κατὰ ἔθνη πλούτῳ τε καὶ γένει ὑπερέχονταϲ διέφθειρε. πάνυ δὲ ἦν αὐτῷ καὶ τὸ φιλόχρυϲον, ὡϲ ὑπερβάλλειν τὰ πλεονεκτήματα τῆϲ ἀνδρείαϲ. ὁ Σεβῆροϲ οὗτοϲ ἐπὶ Ἀνθεμίου βαϲιλέωϲ ἦν· ἐν Ἀλεξανδρείᾳ δὲ ἀφικόμενοϲ τὸν [*](181 vs. 5 ὅτι sq. Malal. 293, 9—15 cf. Byz. Zt. 21, 398 182 — Ῥωμαῖοϲ Dam. fr. 9 cf. Phot. Bibl. 340a 4—5 vs. 11 οὖτοϲ— ἀναλέξηται Cass. D. 76, 13, 1 —2 ═ EV 2, 385,13—23. vs. 20 οὖτοϲ— ἀνδρείαϲ Io. Antioch. fr. 125 et 129, FHG 4, 586 et 588 ═ EV 1, 190, 1—10 cf. Herodian. hist. 2, 9, 2; 3, 8, 6 sq. vs. 28 ὁ sq. Dam. fr. 66 cf. Phot. Bibl. 340 a 5, 29—30, 343b 46) [*](182 Cass. cf. vv. οἷοϲ 1, Α 1935; Io. fr. 125 cf. v. Α 2363) [*](1 παρακείμενα AV δένδρα GMec 3 Zεύξιππον] τὰ νῦν Νούμερα add. V A(GFVM) et mg. siglo ad Ζ. posito M cf. Preger 144, 16 δὲ et καλούμενον om. V Στρατήγην A; γρ. ἀνενέωϲε δὲ καὶ τὸν καλούμενον Στρατήγην mg. add. M 5. 6 Ἀλεξάνδρειαν] γρ. Ἀλεξανδρέων πόλιϲ ss. M cf. Malal. 293,12 7 ὑπήντηϲεν GVM sed vid. Malal. 8 δῆμοϲ om. V 11 εἰϲ] εἰϲ τὴν G, Exc. 13. 14 οὐ γὰρ] ὅτι Σεβῆροϲ ὁ ϲοφιϲτὴϲ οὐκ V 17 τε om. V 18 τὸ — 19 μνημεῖον A, v. Α 1935, Exc.: τῷ — μνημείῳ GVM 20 ἐκείνῳ Mec 22 πόνουϲ Vales. ἀντέχων ex Herod. Hemst. 23 ἀποτελέϲαι G 25 προέφερεν Bhd. 26 τῶν] τοὺϲ Vales. κατὰ] κατὰ τὰ V τὰ G 27 ὑπερέχονταϲ om. V ἦν om. G καὶ om. V 28 ὡϲ — ἀνδρείαϲ om. V 29 Ἀνθόμιου A)

336
ἀπράγμονα βίον ἔζη φιλοϲοφῶν, ἐν βιβλίοιϲ ἀφθόνοιϲ οὖϲιν αὐτῷ καὶ παντοδαποῖϲ. εἴπερ δέ τιϲ ἕτεροϲ ἱκανὸϲ ἦν ἐπαγαγέϲθαι τοὺϲ ἐπὶ παιδείᾳ διενέγκονταϲ ὡϲ ἑαυτὸν ἰέναι πολλάκιϲ· ἐπιεικήϲ τε ---.

[*](Ar.)

183 Σεβίϲαι: ἀντὶ τοῦ εὐλογῆϲαι. Ἀριϲτοφάνηϲ· εὐπίϲτωϲ δὲ τοὐμὸν δαίμοναϲ ἔχει ϲεβίϲαι. τουτέϲτιν εὐπίϲτωϲ ἔχω πρὸϲ τὸν θεὸν ὑμνῆϲαι καὶ εὐλογῆϲαι.